SlideShare una empresa de Scribd logo
1 de 32
Descargar para leer sin conexión
METODO DE GRIEGO
RUIPEREZ
ΜΑΘΗΜΑΤΑ 1-29
1
2
1
1.1 Ὁ ἄνθρωπός ἐστι μικρὸς κοσμός.
1.2 Ὁ πατὴρ ἄνθρωπός ἐστιν.
1.3 Ἡ μήτηρ ἄνθρωπός ἐστιν.
1.4 Ὁ κόσμος οὐ μικρός ἐστιν.
1.5 Ὁ κόσμος ἐστὶ μέγας.
1.6 Μέγας μὲν ὁ κόσμος ἐστίν, μικρὸς δὲ ὁ ἄνθρωπος.
1.7 Ὁ κόσμος οὐκ ἔστι μικρὸς, ἀλλὰ μέγας.
3
2
2.1. Καλὸς καὶ ἀγαθὸς ὁ πατήρ.
2.2. Καλὴ καὶ ἀγαθὴ ἡ μήτηρ.
2.3. Πόλεμος μὲν κακὸς, εἰρήνη δὲ καλὴ.
2.4. Ὁ πόλεμος οὐ καλὸς, ἀλλὰ μάλα κακός.
2.5. Ὁ μὲν εἰρήνη οὐ κακὴ, ἀλλὰ ἀγαθή.
2.6. Μέτρον ἄριστον.
2.7. Τὸ μέτρον ἐστὶ μάλα ἀγαθόν.
2.8. Οὐ κακόν, ἀλλὰ ἀγαθόν ἐστι τὸ μέτρον.
2.9. Μέγα βιβλίον, μέγα κακόν.
2.10. Τὸ μέγα βιβλίον, μέγα κακόν.
2.11. Τόδε τὸ βιβλίον οὐ μέγα, ἀλλὰ μικρόν.
2.12. Τόδε τὸ βιβλίον οὐκ ἔστι κακόν· μικρὸν γάρ ἐστιν.
4
3
3.1 Ὁ μὲν ἄνθρωπος ἀγαθός, ὁ δὲ κακός ἐστιν.
3.2 Οὐ πάντες οἱ ἄνθρωποί εἰσι κακοὶ, ἀλλὰ οἱ μὲν ἀγαθοί, οἱ δὲ κακοί.
3.3 Θηβαῖοι κακοὶ· οὐχ ὁ μὲν, ὁ δε οὔ · πάντες.
3.4 Καλὸν χρῆμα ἡ εἰρήνη.
3.5 Καλὸν μὲν χρῆμα ἡ ἀρχή ἐστιν, καλὸν δὲ καὶ ἡ τελευτή.
3.6 Αἰεὶ μὲν ἡ εἰρήνη καλή, οὔποτε δὲ οἱ πολέμιοι καλοί.
3.7 Εἰ καλὴ ἀρχή, καλὴ καὶ ἡ τελευτή ἐστιν.
3.8 Οὐ πᾶσαι αἱ τελευταὶ καλαί, ἀλλὰ αἱ μὲν καλαί, αἱ δὲ κακαὶ εἰσιν.
3.9 Οὐ πάντα τὰ βιβλία ὅμοια, ἀλλὰ τὰ μὲν καλά, τὰ δὲ κακά, τὰ δὲ
μικρά, τὰ δὲ μεγάλα.
3.10 Τάδε τὰ βιβλία ἐστι καλά.
3.11 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖοι, ἀλλὰ οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί.
5
4
4.1 Ἡ μελέτη ἄριστόν ἐστι χρῆμα.
4.2 Μελέτη τὸ πᾶν.
4.3 Ἡ τοῦ πολέμου μελέτη σχεδὸν ἀρχὴ τοῦ πολέμου ἐστιν.
4.4 Ἀγαθὸς μὲν ὁ φίλος. ὁ δὲ τοῦ φίλου πατὴρ ἄριστον.
4.5 Οὔποτε καλὴ ἡ τοῦ πολέμου τελευτή.
4.6 Πάντων τῶν πολέμων κακαὶ αἱ τελευταί.
4.7 Κοινὰ τὰ τῶν φίλων.
4.8 Θησαυρὸς ἐστι τῶν κακῶν ἡ κακὴ γυνή.
4.9 Λύπη οὐκ ἀγαθή, ἀλλὰ κακή.
4.10 Λύπης ἰατρός ἐστιν ὁ ἀγαθὸς φίλος.
4.11 Ἥδε ἡ γυνὴ καλὴ μέν ἐστιν, ἀλλὰ οὐ πᾶσαι αἱ γυναῖκες καλαί.
4.12 Καλὸς καὶ ἀγαθὸς ὅδε ὁ ἀνὴρ, ἀλλὰ οὐ πάντες καλοί.
4.13 Πάντων τῶν χρημάτων μέτρον ἐστὶν ὁ ἄνθρωπος.
4.14 Καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἄνθρωποί εἰσιν.
4.15 Καὶ τῶν καλῶν γυναικῶν ὁ ἀνὴρ μέτρον ἐστίν.
4.16 Τοῦδε τοῦ βιβλίου ἀρχὴ μὲν ἔστιν, τελευτὴ δὲ οὔ.
6
5
5.1 Τόδε τὸ βιβλίον ἀρχὴν μὲν ἔχει, τελευτὴν δὲ οὐκ ἔχει.
5.2 Ὅδε ὁ ἀνὴρ φίλον μὲν ἔχει, χρήματα δὲ οὔ.
5.3 Οἱ φίλοι κοινὰ ἔχουσι τὰ χρήματα.
5.4 Πάντες ὁμοίως οἱ πόλεμοι κακὰ φέρουσι πολλὰ.
5.5 Ἥδε ἡ πόλις ἐστὶ μεγάλη . πολλοὺς γὰρ ἀνθρώπους ἔχει.
5.6 Πολλὰ ἡ εἰρήνη φέρει ἀγαθὰ.
5.7 Ὁ τῶν ἀνθρώπων βιος αἰεὶ τελευτὴ ἔχει . ὁ μὲν βίος καλὸς, ὁ δὲ
θάνατος κακός.
5.8 Θεὸς μὲν ἀθάνατος, ἄνθρωπος δὲ θνητός.
5.9 Οἱ Ἕλληνες πολλοὺς θεοὺς ἔχουσιν.
5.10 Ὁ νόμος πάντων ἐστὶ βασιλεὺς.
5.11 Πάντες οἱ ἄνθρωποι ὁμοίως εἰσι θνητοὶ.
5.12 Ἡ πόλις οὐκ ἔχει τοὺς νόμους, ἀλλὰ οἱ νόμοι ἔχουσι τὴν πόλιν.
5.13 Ὁ ἀγαθὸς βασιλεὺς καλῶς βασιλεύει τῶν ἀνθρώπων, ὁ δὲ κακὸς
κακῶς.
5.14 Οἱ θεοὶ βασιλεύουσι τοῦ κόσμου.
5.15 Κακὴν τελευτὴν τοῦ βίου ὁ θάνατος φέρει.
7
6
6.1 Τίς πάντων βασιλεύει; ὁ νόμος.
6.2 Τί ἄριστόν ἐστιν; τὸ μέτρον.
6.3 Τίς ἄριστη γυνή; ἡ μήτηρ.
6.4 Τίς ἄριστος ἀνήρ; ὁ πατήρ.
6.5 Τί κάκιστον τοῖς ἀνθρώποις; ὁ πόλεμος · κάκιστος δὲ καὶ ὁ θάνατος.
6.6 Χαλεπὰ τὰ καλά.
6.7 Ἐν τῷ βίῳ οὐ πάντα τὰ χρήματα καλά ἐστιν, ἀλλὰ ὁ μὲν ἀνθρώπων
πάσχει καλὰ, ὁ δὲ κακά.
6.8 Χαλεπὼς φέρουσι τὰς λύπας οἱ ἄνθρωποι.
6.9 Τίς ἀνηρ ἐθέλει κακὸς εἶναι; πάντες ἐθέλουσι καλοὶ καὶ ἀγαθοὶ εἶναι.
6.10 Τίς ἐθέλει κακὰ πάσχειν; οἱ ἄνθρωποι ἐθέλουσι σχεδὸν πάντες πολλὰ
χρήματα ἔχειν.
6.11 Χρήματα ἀνήρ.
6.12 Πολλοὶ μὲν ἐθέλουσι βασιλεύειν· εἷς δὲ βασιλεὺς βασιλεύει πάντων.
6.13 Εἷς ἀνήρ, μία γυνή, ἓν βιβλίον.
6.14 ∆ύο ἄνδρες, δύο γυναῖκες, δύο βιβλία. τρεῖς ἄνδρες, τρεῖς γυναῖκες, τρία
βιβλία.
8
7
7.1 Οὔκουν ἀγαθὰ πάσχει ὁ βασιλεύς;
7.2 Τίς οὐκ ἐθέλει ἀγαθὰ πάσχειν;
7.3 Ὁ μὲν βασιλεὺς ἀγαθὰ πάσχει βασιλεύων, οἱ δὲ ἄλλοι ἄνδρες οὐχ ὁμοῖα
πάσχουσιν.
7.4 Ἐν τοῖς θεοῖς εἷς βασιλεύς ἐστιν· Ζεύς ὄνωνα αὐτῷ.
7.5 Οἱ δὲ Ἕλληνες ἄλλους πολλοὺς ἔχουσι θεούς· τὰ δὲ ὀνώματα αὐτοῖς ἐστι
τάδε· Απόλλων, Ποσειδῶν, Ἑρμῆς, Ἀθηνᾶ, Ἅρτεμις καὶ ἄλλα πολλά.
7.6 Οὐχ εἷς μόνος θεός, ἀλλὰ πολλοὶ θεοὶ εἰσι τοῖς ἀνθρώποις ἐν τῇ Ἑλλάδι.
7.7 Πολλοὺς θεοὺς νομίζουσιν οἱ Ἕλληνες· ἕνα δὲ μόνον οἱ Χριστιανοὶ
νομίζουσιν.
7.8 Καὶ ὁ Ἀπόλλων θεὸς καὶ ἡ Ἄρτεμις θεός.
7.9 Ἡ Ἄρτεμις τε καὶ ἡ Ἀθηνᾶ θεοί εἰσιν.
7.10 Οἱ τῶν Ἑλλήνων θεοὶ μάλα πολλοί εἰσιν· οἱ μὲν αυτῶν μεγάλοι, οἱ δὲ
μικροί.
7.11 Πολλοὶ μὲν οἱ θεοὶ, οἱ δὲ ἄνδρες πλεῖστοι.
7.12 Οἱ πλεῖστοι κακοί.
9
8
8.1 ∆εῖ μόνον καλὰ διδάσκειν.
8.2 Πάντα ὁ χρόνος αἰεὶ τὰ ἀληθῆ διδάσκει.
8.3 Ὁ μὲν διδάσκει τοὺς ἄλλους τὰ γράμματα, οἱ δὲ μανθάνουσιν αὐτά.
8.4 Μελέτῃ πάντα δεῖ μανθάνειν.
8.5 Ἀθάνατος μὲν ὁ χρόνος ἐστί· οὔποτε γὰρ τελευτὴ αὐτῷ. θνητοὶ δὲ οἱ
ἄνθρωποι· θάνατος γὰρ αἰεὶ αὐτοῖς.
8.6 Ὁ μὲν διδάσκαλος οὐ μανθάνει, ἀλλὰ διδάσκει, διδάσκων δὲ τούς
ἀνθρώπους εὖ πάσχει πρὸς αὐτῶν.
8.7 Ἡ πολυμαθία νοῦν ἔχειν οὐ διδάσκει.
8.8 Ἄγει δὲ ὁ χρόνος πρὸς τὸ φῶς τὴν ἀλήθειαν.
8.9 Οἶνος καὶ ἀλήθεια.
8.10 Ὁ μὲν οἶνον πίνει, ὁ δὲ ὕδωρ· οὐ γαρ δεῖ πάντας τοῦς ἀνθρώπους οἶνον
πίνειν.
8.11 Καλὸν τὸ τοῦ ἡλίου φῶς, καλὸν δὲ καὶ τὸ τῆς σελήνης.
8.12 Ὁ ἰατρὸς πίνει μὲν οἶνον, λέγει δὲ ὅτι οἶνον οὐ πίνει· λέγων δὲ ταῦτα οὐ
τὴν ἀλήθειαν λέγει.
8.13 Οἶνον πίνων, μὴ λέγε ὅτι ὕδωρ πίνεις.
10
9
9.1 Ἡ γῆ μέλαινα πίνει, πείνει δὲ δένδρα αὐτήν, ὁ δὲ ἥλιος τὴν θάλατταν, τὸν
δὲ ἡλιον ἡ σελήνη. τί μοι μάχεσθε, ἑταῖροι, καὶ αὐτῷ ἐθέλοντι πίνειν;
9.2 Οὐ μόνον οἱ ἄνδρες πίνουσιν· πάντα τὰ ἐν τῳ κόσμῳ πίνει· ἀλλὰ οἱ μὲν
οἶνον πίνουσιν, τὰ δὲ ὕδωρ, τὰ δὲ φῶς.
9.3 Ὁ μὲν ἵππος ζῷόν ἐστιν· καὶ ὁ ταύρος ζῷον· πολλὰ δὲ καὶ ἄλλα ζῷα
ἔστιν.
9.4 Οἱ ἄνθρωποι τὰ ζῷα τρέφουσιν· ὁ μὲν ταύρους τρέφει, ὁ δὲ ἵππους.
9.5 Εἰρήνη γεωργὸν καὶ ἐν πέτραις τρέφει καλῶς· πόλεμος δὲ καὶ ἐν πεδίῳ
κακῶς.
9.6 Οὐ πᾶσα ἡ γῆ ὁμοία· ἄλλοτε μὲν πεδίον ἐστίν, ἄλλοτε δὲ ὄρος· ἄλλη μὲν
σῖτον φέρει, ἄλλη δὲ δένδρεα, ἄλλη δὲ οὐδέν.
9.7 Ὁ ἄνθρωπος φύσει πολικὸν ζῷον.
9.8 Οὔποτε μἐν ἡ θάλαττα μέλαινά ἐστιν, ἐνίοτε δὲ γλαύκη.
9.9 Ὁ δὲ ἥλιος μάλα λευκὸς αἰεί, οὔποτε δὲ μέλας.
11
10
10.1 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖον ἔχουσι τὸν βίον, ἀλλὰ οἱ μὲν αὐτῶν παῖδές
εἰσιν, οἱ δὲ νέοι, οἱ δὲ γέροντες.
10.2 Ἀνὴρ τις σοφὸς λέγει τάδε· δὶς παῖδες οἱ γέροντες.
10.3 Τῶν γεωργῶν καλὸν μὲν τὸ ἐργον, χαλεπὸν δέ.
10.4 Καλῶς μανθάνει τὰ γράμματα ὁ παῖς, χαλεπῶς δὲ ὁ γέρων.
10.5 Χρὴ παῖδα ἔτι ὄντα καλὰ διδάσκειν ἔργα.
10.6 Χρὴ τοὺς παῖδας μόνον τὰ καλὰ διδάσκειν, ὁ γὰρ βίος διδάσκει αὐτοὺς τὰ
μὴ καλά.
10.7 Νέος τις Ἀθηναῖος καλοὺς λόγους λέγειν βούλεται μανθάνειν· ὁ δὲ
Γοργίας ὁ σοφιστὴς ἐθέλει διδάσκειν αὐτόν, εἰ χρήματα λαμβάνει· εἰ δὲ, μή,
οὐκ ἐθέλει.
10.8 Ἐν ταῖς Ἀθήναις οὐ μόνος ὁ Γοργίας ἐστὶ σοφιστής, ἀλλὰ σοφισταί τινες
μάλα πολλοὶ τῆν τῶν λόγων τέχνην τοὺς νέους διδάσκουσι χρήματα παρὰ
αὐτῶν λαμβάνοντες.
10.9 Ὁ γὰρ Γοργίας, οὐκ ὢν ἀληθῶς σοφός, διδάσκει τοὺς ἄλλους, ἵνα
χρήματα πλεῖστα λαμβάνῃ.
10.10 Οἱ γὰρ σοφισταὶ, οὐκ ὄντες ἀληθῶς σοφοί, διδάσκουσι τοὺς νέους, ἵνα
χρήματα λαμβάνωσιν.
12
11
11.1 Οἱ μὲν ἀγαθοὶ ὀλίγοι, οἱ δὲ κακοὶ πλεῖστοι.
11.2 Οὐδεὶς ἐθέλει ὀλίγα δῶρα ἔχειν· πάντες ἐθέλουσι δῶρα πολλὰ ἔχειν.
11.3 Ὀλίγον μὲν τὸ δῶρον, φίλον δέ.
11.4 ∆ῶρα θεοὺς πείθει, δῶρα αἰδίους βασιλέας.
11.5 Χρημάτων πάντων ἄριστόν ἐστιν ἀνὴρ φίλος.
11.6 Σοφὸς Σοφλοκλῆς, σοφώτερος δὲ Εὐριπίδης, ἀνδρῶν δὲ πάντων Σωκράτης
σοφώτατος.
11.7 Λευκοὶ μὲν οἱ ἀστέρες, λευκότερα δὲ ἡ σελήνη, λευκότατος δὲ ὁ ἥλιος.
11.8 Τί λευκότερον ὁ ἥλιος ἢ ἡ σελήνη;
11.9 Πάντες νομίζουσι τὸν ἥλιον λευκότερον εἶναι ἢ τὴν σελήνην.
11.10 Εἰ ὁ πόλεμος κακός ἐστιν, μέγιστον ἀγαθὸν τὴν εἰρήνην χρὴ νομίζειν.
11.11 Ἀλλὰ οὐ πάντες οἱ Ἕλληνες ταῦτα νομίζουσιν· ὀλίγοις μὲν γὰρ ὁ πόλεμος
ἀγαθόν, πολλοῖς δὲ κακόν.
11.12 ὁ πόλεμος μεγίστων ἐστὶν αἰτία κακῶν.
11.13 οὐ μονον ὁ πόλεμος κακὸν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ὁ θάνατος.
13
12
12.1 Ὁ φίλος φιλεῖ τὸν φίλον.
12.2 Οὐ πάντες τὸν οἶνον φιλοῦσιν· ἄλλοι μὲν γὰρ τὸ ὕδωρ πίνουσιν, ἄλλοι δὲ
οἶνον.
12.3 Ἡ δίκη τὴν εἰρήνην φιλεῖ, οἱ δὲ ἄδικοι ἄνδρες τὸν πόλεμον φιλοῦσιν. εἰσὶ
δὲ καὶ ἄνδρες τινὲς οἱ τὴν εἰρήνην οὐ φιλοῦσιν.
12.4 Οἱ δίκαιοι ἄνδρες χαλεπῶς φέρουσι τὸν πόλεμον. νομίζουσι γὰρ τὸν
πολεμον μέγιστον εἶναι τοῖς ἀνθρώποις κακόν.
12.5 Οὐδεὶς ἐθέλων ἀδικεῖ.
12.6 Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλὰ ὅστις μὴ ἄδικα φρονεῖ μηδὲ
ἐργάζεται.
12.7 Ὁ δίκαιος βασιλεὺς οὐκ ἄδικα φρονεῖ οὐδὲ ἐργάζεται.
12.8 Αἰεὶ τὰ δίκαια καλά, τὰ δὲ ἄδικα αἰσχρά.
12.9 Ἥ τε δίκη καὶ ἡ εἰρήνη καλὴν τὴν πόλιν τρέφουσιν.
12.10 Ἀγαθὸν οὐ τὸ μὴ ἀδικεῖν, ἀλλὰ τὸ μηδὲ ἐθέλειν.
12.11 Εἰ οἱ θεοί τι δπῶσιν αἰσχρόν, οὔκ εἰσι θεοί.
14
13
13.1 Ὁ φίλος τῷ φιλῳ εὖ φρονεῖ.
13.2 Τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον.
13.3 ∆εῖ τοὺς παῖδας οὐ κακῶς φρονεῖν οὐδε ἄδικα λέγειν.
13.4 Χρὴ τοὺς παῖδας τοῖς ἄλλοις εὖ φρονοῦντας ἀγαθὰ μανθάνειν ἔργα.
13.5 Οὐ δεῖ κακῶς φρονοῦντας αἰσχρὰ ἐργάζεσθαι.
13.6 Αἰεὶ οἱ ἀγαθοὶ καλὰ ἔργα ἐργάζονται· οἱ κακοὶ κακὰ βούλονται
ἐργάζεσθαι· εἰσὶ δὲ καὶ οἳ μὴ δύνανται εὖ φρονεῖν τοῖς ἄλλοις.
13.7 Ὁ μὲν παῖς γίγνεται νέος, ὁ δὲ νέος χρόνῳ γίγνεται γέρων· τὸν δὲ γέροντα
ὁ χρόνος πρὸς τὸν θάνατον ἄγει· οὐ γὰρ ὰθάνατοι γίγνονται οἱ ἄνθρωποι.
13.8 Οὐ πάντα τὰ ζῷα ὁμοῖα, ἀλλὰ τὰ μὲν γίγνεται λευκά, τὰ δὲ μέλανα, τὰ δὲ
μικρά, τὰ δὲ μεγάλα.
13.9 Ἀγαθὸν μὲν τὸ καλοὺς γίγνεσθαι τοὺς παῖδας, ἄριστον δὲ τὸ καλὰ ἔργα
μανθάνειν παρὰ τῷ διδασκλάλῳ.
13.10 Οὐκ εὖ φρονοῦντες οἱ ἄνδρες ἀλλήλλοις μάχονται· οὐ γὰρ χρὴ τοὺς
ἀνθρώπους θνητοὺς ὄντας τοῖς ἀνθρώποις μάχεσθαι.
13.11 Καλὸν τὸ ἐν μάχῃ ἀποθνήσκειν, πάντων δὲ κάλλιστον τὸ μὴ ἀποθνήσκειν.
13.12 Ἀνάγκη οὐδὲ θεοὶ μάχονται.
15
14
14.1 Οἱ τῶν Ἑλλήνων θεοὶ ἄλλοτε μὲν καλὰ ὁρῶσιν, ἄλοτε δὲ αἰσχρά.
14.2 Σοφοὶ δέ τινες οὐ δύνανται ταῦτα νομίζειν· δεῖ γὰρ τοὺς θεοὺς δικαίως
δίκαια φρονεῖν τε καὶ ἐργάζεσθαι.
14.3 Οἱ ποιηταὶ λἐγουσι ὅτι ὁ Ζεὺς, ὢν πατὴρ ἀνδρῶν τε θεῶν τε, ἄλλοτε μὲν
δίκαια δρᾷ, ἄλλοτε δὲ ἄδικα.
14.4 Ἡ δίκη μόνη τοῖς θεοῖς πρέπει· διὰ ταῦτα εἰ μὴ δίκαιοί εἰσιν, οὔκ εἰσι θεοί.
14.5 Τὸν μὴ θεοὺς νομίζοντα ἄνδρα πάντες ἄθεον καλοῦσιν· ἄνθρωποι δὲ πολλοὶ
νομίζουσι θεοὺς καὶ πρὸς αὐτῶν βούλονται ἀγαθὰ πάσχειν.
14.6 Πολλὰ οἱ ἄνθρωποι εὔχονται τοῖς θεοῖς ἵνα πρὸς αὐτῶν μὴ κακὰ πάσχωσιν.
14.7 ∆εῖ τὸν ἄνδρα τοῖς θεοῖς εὔχεσθαι οὐ μόνον χρήματα πολλὰ ἔχειν, ἀλλὰ καὶ
δίκαιά τε φρονεῖν καὶ τὰ ἀληθῆ λέγειν.
14.8 Τοὺς ἀνθρώπους δὲ ὅμως δεῖ τὰ ἀναγκαῖα φέρειν· ἄλλοτε μὲν γὰρ ἡ τύχη
παρέχει ἀγαθά, ἄλλοτε δὲ κακά· οὐδεὶς δὲ ἄνθρωπος εὐτυχὴς αἰεί.
14.9 Ἀθάνατοι οἱ θεοί· οὔποτε γὰρ θάνατος αὐτοῖς.
14.10 Ἄθεός ἐστιν ἀνὴρ ὅστις μὴ θεοὺς νομίζει.
14.11 Ἄδικοι οἵτινες τὰ μὴ δίκαια δρῶσιν.
16
15
15.1 Οἱ ἄνθρωποι οὐ διάγουσι μόνοι τὸν βίον, ἀλλὰ γάμοι γίγνονται αὐτοῖς.
15.2 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖοι· ἀλλὰ οὁ μὲν αὐτῶν ἄνδρες, αἱ δὲ γυναῖκες.
15.3 Ἀνὴρ γυναῖκα γαμεῖ καὶ εἰσάγει αὐτὴν εἰς τὴν οἰκίαν ἵνα μετὰ αὐτῆς τὸν
βίον διάγῃ.
15.4 Γυνὴ δὲ οὐ γαμεῖ ἀλλὰ γαμεῖται.
15.5 Χρόνῳ δὲ ὁ ἀνὴρ γίγνεται πατήρ, ἡ δὲ γυνὴ μήτηρ παίδων καλῶν τε καὶ
ἀγαθῶν.
15.6 Τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλὰ ἀναγκαῖον
κακόν. λέγει δὲ ταῦτα ποιητής τις τῶν Ἑλλήνων.
15.7 Ἀλλὰ οὐκ ὀρθῶς τὴν ἀλήθειαν σκοπεῖ ὅστις ταῦτα λέγει· γυναῖκας γὰρ
θνητὰς γαμοῦσι καὶ θεοί, οἷς οὐ δύναται γίγνεσθαι κακὸν οὐδέν, ὥσπερ ὁ Ζεὺς
τὴν Ἀλκμήνην.
15.8 Μέγα φρονεῖ ὅστις θνητὸς ὢν τοῖς θεοῖς ἐναντία δρᾶν βούλεται.
15.9 Τοῖς θνητοῖς οὐ πρέπει μεγάλα ἀλλὰ θνητὰ φρονεῖν.
15.10 ∆ιὰ ταῦτα τοῖς ἀνδράσι πρέπει γυναῖκας γαμεῖν, ταῖς δε γυναιξὶ γαμεῖσθαι.
17
16
16.1 Ἐνιοτε γυνὴ παῖδα ἔχει, ὁ δὲ παῖς μητέρα καλεῖ αὐτήν.
16.2 Γυνὴ ἥτις παῖδας ἔχει, μήτηρ αὐτῶν καλεῖται.
16.3 Οἱ δὲ παῖδες ταύτην τὴν γυναῖκα καλοῦσι μητέρα.
16.4 Τοῖς παισὶ προσήκει τόν τε πατέρα καὶ τὴν μητέρα φιλεῖν.
16.5 Παῖς μὲν ὁ υἱός, παῖς δὲ καὶ ἡ θυγατήρ· τῷ μὲν υἱῷ ὄνομα Φίλιππος, τῇ δὲ
θυγατρὶ Γλυκέρα.
16.6 Ὁ μὲν Φίλιππος ἀδελφὸς τῆς Γλυκέρας, ἡ δὲ Γλυκέρα ἀδελφὴ τοῦ
Φιλίππου.
16.7 Τῷ τε πατρὶ καὶ τῇ μητρὶ τέτταρες παῖδές εἰσιν· εἷς υἱὸς καὶ θυγατέρες
τρεῖς.
16.8 Εἷς· πρῶτος. δύο· δεύτερος. τρεῖς· τρίτος. τέτταρες· τέτταρτος.
16.9 Τί ὄνομα τῷ υἱᾦ; - Ὁ υἱὸς Φίλιππος καλεῖται.
16.10 Γλυκέρα δὲ τὸν ἀδελφὸν Φίλιππον καλεῖ.
16.11 Ἡ μήτηρ αἰεὶ ἐν τῆ οἰκίᾳ διάγει τὸν βίον μετὰ τῶν ἄλλων γυναικῶν.
18
17
17.1 Ὑγιαίνει μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ φυὴν καλὸς γίγνεσθαι, τὸ
τρίτον πλουτεῖν ἀδόλως καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.
17.2 Καλὰ μὲν πάντα ἐάν τις ὑγιαίνῃ καίπερ θνητός ὤν.
17.3 Πάντες οἱ ἐν τῇ οἰκίᾳ ὑγιαίνουσιν.
17.4 Οὐκ αἰεὶ οἱ ἄνθρωποι εὖ ἔχουσιν, ἀλλὰ ἄλλοτε μὲν ὑγιαίνουσιν, ἄλλοτε δὲ
νοσοῦσιν.
17.5 Ἡ νόσος ἐναντίον τι γίγνεται τῇ ὑγιείᾳ, ὥσπερ τὸ ὑγιαίνειν τῷ νοσεῖν.
17.6 Ἀνὴρ ὑγιὴς ὅστις μὴ κακῶς ἔχει.
17.7 Τίς ἐστιν οὗτος; - ἰατρός. - ὡς κακῶς ἔχει ἰατρὸς εὰν κακῶς μηδὲν ἔχει.
17.8 Ἐάν τις νοσῇ, τὸν ἰατρὸν καλεῖ εἰς τὴν οἰκίαν· οἱ γὰρ ἰατροὶ τοὺς
νοσοῦντας δύνανται θεραπεύειν ἵνα μὴ ἀποθνήσωσιν.
17.9 Ἐνίοτε δὲ θάνατος τελευτὴ νόσου.
19
18
18.1 Τὸ γῆράς ἐστι νόσος τις· νοσοῦσι δὲ οἱ γέροντες.
18.2 Τὸ γῆρας οὖν δοκεῖ εἶναι ἀρχὴ τοῦ θανάτου.
18.3 Μόνοις οὐ γίγνεται τοῖς θεοῖς γῆρας οὐδὲ θάνατός ποτε.
18.4 Τὸ ἀποθνήσκειν θάνατος καλεῖται· οἰ δὲ θεοὶ οὔποτε ἀποθνήσκουσιν·
ἀθάνατοι οὖν ὀρθῶς καλοῦνται.
18.5 Γώμη Μενάνδρου· ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.
18.6 Χρὴ οὖν νομίζειν τὸν ἄνδρα ὅντινα οἱ θεοὶ μὴ φιλοῦσιν ἀποθνήσκειν γέροντα.
18.7 Ἄριστον τὸ μὴ γίγνεσθαί ποτε.
18.8 Ἄλλὰ οὐ πάντες οἱ ἀρχαῖοι ποιηταὶ ταῦτα νομίζουσιν· ἄλλοι γὰρ ἄλλα
λέγουσιν.
18.9 Μιμνέρμῳ τῷ Κολοφωνίῳ ποιητῇ κάκιστον δοκεῖ τὸ γῆρας εἶναι· γνώμη
γὰρ αὐτοῦ ἥδε· τίς βίος, τί δὲ τέρπνον ἄνευ χρυσῆς Ἀφροδίτης;
18.10 Ἐναντία δὲ τούτοις νομίζει Σόλων ὁ Ἀθηναῖος.
20
19
19.1 Ὁ μὲν δίκαιος ἀνήρ ἐστιν ἀγαθὸς καὶ σοφός, ὁ δὲ ἄδικος ἀμαθὴς καὶ κακός·
οὐ γὰρ δύναται ἀγαθὸν μανθάνειν οὐδέν.
19.2 Ὁ Σώκρατης φιλομαθής ἐστιν· τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδὲν
ἐθέλει αὐτὸν διδάσκειν· διὰ ταῦτα δὴ βούλεται μᾶλλον τὸν βίον ἐν τῇ πόλει
διάγειν.
19.3 Τοῖς Ἀθηναίοις Ἀθῆναι μὲν ἡ πόλις, Ἀττικὴ δὲ ἡ χώρα.
19.4 Χώρα τις τῆς Ἐλλάδος Ἀττικὴ καλεῖται ὅπου ἡ τῶν Ἀθηναίων πόλις ἐστίν.
19.5 Ἅπας ἀνὴρ ἐξ ἀνδρός τε καὶ γυναικὸς γίγνεται ἐν χώρᾳ τινί· οὗτος ὁ ἀνὴρ
πατήρ ἐστιν, αὕτη δὲ ἡ γυνή ἐστι μήτηρ, ἡ δὲ χώρα πατρὶς καλεῖται.
19.6 Χρὴ οὖν τὰς Ἀθήνας νομίζειν τῶν Ἀθηναίων πατρίδα.
19.7 Ἐν ταύτῃ τῇ πόλει οἱ μὲν τῶν ἀνδρῶν Ἀθηναῖοι πολῖται, οἱ δὲ δοῦλοι, οἱ δὲ
ξένοι.
19.8 Οἱ πολλοὶ τῶν σοφιστῶν ξένοι· ξένος γοῦν ὁ Γοργίας· καὶ δὲ ὁ
Πρωταγόρας ξένος ἐστίν, καὶ ὁ Πρόδικος καὶ ἄλλοι πολλοί.
19.9 Τῷ σοφῷ ξένον οὐδέν.
21
20
20.1 Τοῖς πολίταις ἀρίστη ἡ πόλις δοκεῖ εἶναι.
20.2 Καὶ ἡ μήτηρ τῇ θυγατρὶ δοκεῖ ἀρίστη καὶ ὁ πατὴρ τῷ υἱῷ ἄριστος.
20.3 ∆εῖ δὲ οὺ μόνον ἄριστον δοκεῖν ἀλλὰ εἶναι.
20.4 ∆οκοῦσι δὲ τοῖς σοφοῖς τὰ μὴ δίκαια ποιεῖν οἱ θεοί· εἰ οὖν ἃ οἱ ποιηταὶ
λέγουσιν ἀληθῆ, χαλεπὸν νομίζειν τούτους τοὺς θεούς.
20.5 Τῷ Ἀπόλλωνι τῷ ἐν ∆ελφοῖς δοκεῖ ὁ Σωκράτης σοφώτατος εἶναι· οὕτως
γοῦν λέγει ἡ Πυθία τῷ Χαιρεφῶντι.
20.6 Ἡ τύχη θεός τις δοκεῖ εἶναι· τοὺς μὲν γὰρ ποιεῖ πλουσίους καὶ εὐτυχεῖς,
τοὺς δὲ δυστυχεῖς· οὐκ οὖν πάντες ὁμοῖοι, ἀλλὰ ὁ μὲν εὐτυχής, ὁ δὲ δυστυχής.
20.7 Ἀνὴρ ὅστις εὐτυχεῖ διὰ τὸ πολλὰ χρήματα ἔχειν πλούσιος καλεῖται· τοῖς δὲ
τοῦ πλουσίου ἀνδρὸς χρήμασι πλοῦτος ὄνομά ἐστιν. ὁ μὲν ἀνδρῶν πλουτεῖ, ὁ δὲ
ὀλίγα ἔχει χρήματα.
20.8 Ἔχει δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλεῖται ὑπὸ πάντων, μακάριος δὲ
ὑπὸ οὐδενός.
20.9 Μακάριος ὅστις διὰ παντὸς τοῦ βίου εὐτυχῶν γέρων ἀποθνήσκει.
20.10 Πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ.
22
21
21.1 Ὁ διδάσκαλος παιδεύει τοὺς παῖδας ἐν γράμμασί τε καὶ μουσικῇ καὶ
γυμναστικῇ.
21.2 Χαλεπὸν ἔργον τὸ παιδεύειν, καλὸν δὲ ἐὰν μόνον οἱ μαθηταὶ προσέχουσι τὸν
νοῦν τοῖς τοῦ διδασκάλου λόγοις· οὕτως γὰρ πλεῖστα μανθάνουσιν, πρῶτον μὲν
τὰ γράμματα, ἔπειτα δὲ καὶ ἄλλα πολλά.
21.3 Μαθητοῦ ἔργον οὐ μόνον ἀκούειν τοῦ διδασκάλου λέγοντος, ἀλλὰ
εἰσακούειν. πολλάκις γὰρ ὁ διδάσκαλος ἐρωτᾷ τι τοὺς παῖδας· δεῖ δὲ τούτους
ἀποκρίνεσθαι αὐτῷ. ἄλλοτε δὲ οἱ μὲν μαθηταὶ ἐρωτῶσι τι, ὁ δὲ διδάσκαλος
ἀποκρίνεται αὐτοῖς.
21.4 Ἐὰν ὁ μαθητὴς τυγχάνῃ ἀκούων, οἷός τέ ἐστιν ἀποκρίνεσθαι· ἀλλὰ οὐκ αἰεὶ
οἱ μαθηταὶ τυγχάνουσι εἰσακούοντες.
21.5 Τυγχάνει μὲν ὁ Πρωταγόρας ἐν ταῖς Ἀθήναις ὤν, λανθάνει δὲ οὐδένα
ἀργύριον λαμβάνων ἵνα τοὺς νέους διδάσκῃ τὴν ῥητορικὴν τέχνην.
21.6 Οὐδεὶς κακὰ ποιῶν λανθάνει τοὺς θεοὺς οὐδὲ τοὺς ἄλλους ἀνθρώπους·
χρόνῳ γὰρ πάντα πρὸς τὸ φῶς ἄγεται.
23
22
22.1 Πολλάκις ὁ μὲν διδάσκαλος τυγχάνει ἐρωτῶν, οἱ δὲ μαθηταὶ
ἀποκρινόμενος.
22.2 Χαιρεφῶν, Ἀθηναῖος τις ἀνήρ, ἑταῖρος δὲ τοῦ Σωκράτους, ἐρωτᾷ τίς ἀνὴρ
σοφώτατός ἐστιν· ὁ δὲ θεὸς ὁ ἐν ∆ελφοῖς ἀποκρίνεται λέγον ὅτι ὁ Σωκράτης
σοφώτατος τυγχάνει ὢν τῶν ἁπάντων Ἀθηναίων.
22.3 Οὐκ αἰεὶ ὁ πλούσιος εὐτυχής· χρὴ οὖν εὔχεσθαι τοῖς θεοῖς οὐ πλοῦτον,
ἀλλὰ εὐτυχίαν.
22.4 Τὴν Ἑλλάδα παιδεύει ὁ ποιητής· ὀρθῶς δὲ ὁ Ὅμηρος καλεῖται διδάσκαλος
τῆς Ἑλλάδος· τῶν γὰρ Ἑλλήνων οἱ νέοι σχεδὸν πάντες οἷοί τε εἰσι λέγειν τὰ
ποιημάτα αὐτοῦ.
22.5 Εἰ οὖν ἅπας διδάσκαλος ἄξιος πολλοῦ, ὁ Ὅμηρος ἄξιός ἐστι πλείστου. εἰσὶ
δὲ καὶ ποιηταί τινες οὐδενὸς ἄξιος.
22.6 Τίς ἄριστος ποιητής; - ὁ Ὅμηρος.
22.7 Πότερος σοφώτερός ἐστι ποιητής, ὁ Σοφοκλῆς ἢ ὁ Εὐριπίδης; - ὁ
Εὐριπίδης.
22.8 Πότερον δοκεὶ σοι κάκιον εἶναι, τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι; χαλεπὸν δὴ
τοῦτο τὸ ἐρώτημα, χρὴ δὲ πάντως ἀποκρίνεσθαι. ὁ Σωκράτης γε βούλεται
μᾶλλον ἀδικεῖσθαι ὑπὸ ἄλλων ἢ ἀδικεῖν τοὺς ἄλλους.
24
23
23.1 Σωκράτης ἄξιός ἐστι θανάτου τῇ πόλει. ἀδικεῖ ὁ Σωκράτης οὓς μὲν ἡ πόλις
νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων. ἀδικεῖ δὲ τοὺς
νέους διαφθείρων.
23.2 ∆ιαφθείρει δὲ τοὺς νέους ὅστις αὐτοὺς οὐκ ἀρίστους, ἀλλὰ κακίστους ποιεῖ.
φαίνεται δὲ ὁ Σωκράτης τοὺς νέους οὐ διαφθείρων, ἀλλὰ βουλομένος αὐτοὺς
ἀγαθοὺς ποιεῖν πολίτας.
23.3 Ὁ Σωκράτης οὖν ἄξιος πολλοῦ τοῖς Ἀθηναίοις, ἀλλὰ οὐ θανάτου, ὡς αὐτὸς
λέγει πρὸς τοὺς δικαστάς.
23.4 Εἰσὶ δὲ δικασταὶ πολῖται οἵτινες τὰς δίκας δικάζουσιν. δικαστήριον δὲ
καλεῖται ἡ οἰκία ὅπου γίγνονται αἱ δίκαι.
23.5 Ὁ Σωκράτης ἐν ταῖς Ἀθήναις τὸν πλεῖστον βίον διάγει τῶν νόμων
ὑπακούων. διὰ τοῦτο οὐκ ἐθέλει φεύγειν τὴν πατρίδα ἵνα τὸν θάνατον ἐκφεύγῃ.
23.6 Τελευτᾷ δ᾿ οὖν ὁ Σωκράτης ἐν τῷ δεσμωτηρίῳ φάρμακον πίνων.
25
24
24.1 Ἀνὴρ πονηρός ἐστιν ὅστις τοὺς ἄλλους κακὰ ποιεῖ.
24.2 Οὐδεὶς ποιῶν πονηρὰ λανθάνει θεόν· οἱ γὰρ θεοὶ πάντα γιγνώσκουσιν ἃ οἱ
ἄνθρωποι δρῶσιν.
24.3 Καὶ ὁ ποιητὴς καλόν τι ποιεῖ· οἱ γὰρ ποηταὶ ποιήματα ποιοῦσιν.
24.4 Ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά. ἀλλὰ οὐκ ὀρθῶς ταῦτα νομίζει ὁ
Μένανδρος. πολλοὶ γὰρ ἄνδρες δυστυχοῦσιν ὅταν μόνοι τὸν βίον διάγωσιν, οὐ
μετὰ γυναικὸς, ἀλλὰ ἄνευ γυναικός.
24.5 Πολλαὶ δὲ καὶ γυναῖκες τὸ αὐτὸ πάσχουσι ἐὰν μόναι ἄνευ ἀνδρὸς τὸν βίον
διάγωσιν. οἱ ἄνδρες τε καὶ αἱ γυναῖκες εὐτυχοῦσι μετὰ ἀλλήλων.
24.6 Χαλκὸς μὲν ἄξιος πολλοῦ, ἄργυρος δὲ ἄξιος πλείονος, χρυσὸς δὲ ἄξιος
πλείστου. διὰ ταῦτα δὴ χαλκᾶ τὰ τῶν ἀνθρώπων, ἀργυρᾶ δὲ καὶ χρυσᾶ σχεδὸν
πάντα τὰ τῶν θεῶν ποιοῦσιν οἱ ποιηταί.
24.7 Ὁ χαλκεὺς ἐκ χαλκοῦ χαλκᾶ ἐργάζεται, καὶ ἐκ σιδήρου σιδηρᾶ.
24.8 Ὁ μὲν χαλκεὺς χαλκεύει, ὁ δὲ βασιλεὺς βασιλεύει, ὁ δὲ ἱππεὺς ἱππεύει,
καλεῖται δὲ οὕτως ἀπὸ τοὺ ἵππου.
24.9 Οἱ μὲν βασιλεῖς τῶν ἀνδρῶν ἄρχουσιν, οἱ δὲ νόμοι τῶν βασιλέων.
24.10 Τότε ὁ ἄρχων ἄρχει ἀληθῶς κατὰ δίκην ὅταν αὐτὸς ἄρχηται ὑπὸ τῶν
νόμων.
26
25
25.1 Ἦν πάλαι ποτὲ χρόνος ὅτε πόλεις οὐκ ἦσαν τοῖς ἀνθρώποις. Τότε δὲ καὶ
βασιλεῖς οὐκ ἐβασίλευον αὐτῶν, ἀλλὰ ἐν οἰκίᾳ ἑκάστῃ ὁ πατὴρ ἐβασίλευε τῆς
γυναικὸς καὶ τῶν παίδων.
25.2 Οὐδὲ διδάσκαλοί τινες ἐδίδασκον τὰ γράμματα τοὺς παῖδας οὐδὲ μαθηταὶ
ἦσαν οἵτινες ἐμάνθανον ἔργα παρὰ διδασκάλων τινῶν.
25.3 Ἀλλὰ αὐτοὶ οἱ πατέρες οἷοί τε ἦσαν τοὺς υἱοὺς τρέφειν τε καὶ ἔργα
διδάσκειν αὐτούς.
25.4 Γράμματα δὲ οὔπω ἦν, ὥστε οὐκ ἔδει τοὺς παῖδας αὐτὰ μανθάνειν.
25.5 Ἐπεὶ δὲ γράμματα οὐκ ἦν, οὐδὲ βιβλία πω ἦν.
25.6 Ἐν ταῖς Ἀθήναις ποιηταί τινες ἔλεγον εὐτυχεῖς εἶναι τοὺς παλαιοὺς
ἀνθρώπους ἄνευ βασιλέων τε καὶ νόμων. δίκαιοι γὰρ ὄντες ἄλλος τις οὐκ
ἐλάμβανε τὰ χρήματα παρὰ ἄλλου τινός.
25.7 Ἡ δὲ γῆ αὐτὴ ἔφερε σῖτον. οὐδεὶς δὲ αὐτῶν ἦν γεωργὸς οὐδὲ ἔτρεφε
ἵππους τε καὶ ταύρους καὶ ζῷα ἄλλα τινά.
25.8 Οὐδέποτω ἦσαν χαλεπαὶ νόσοι οὐδὲ πόλεμοι, ἀλλὰ πάντες γέροντες
γιγνόμενοι ἀπέθνησκον· εὖ γὰρ ἔπασχον ἄλλοι πρὸς ἄλλων διάγοντες ἐν εἰρήνῃ
τὸν βίον.
25.9 Ἐν δὲ ταῖς ἑορταῖς ταῖς τῶν θεῶν οὓς ἐνόμιζον, οἱ ἄνδρες ἔπινον οἶνον ἐν ᾧ
οἱ ποιηταὶ ἔλεγον καλὰ ποιήματα.
25.10 Ὀρθῶς οὖν οὗτος ὁ χρόνος χρυσοῦς ἐκαλεῖτο ὑπὸ τῶν ἀρχαίων ποιητῶν.
27
26
26.1 ∆ράκων, ὃς πολίτης ἦν ποτε ἐν ταῖς Ἀθήναις, οὕτω σοφὸς καὶ δίκαιος ἦν
ἀνήρ, ὥστε οἱ Ἀθηναῖοι ἤθελον αὐτὸν νόμους γράφειν ἵνα μὴ ἔχθραι πρὸς
ἀλλήλους ὦσιν.
26.2 Ἀλλὰ χαλεπώτατοι ἦσαν οἱ νόμοι οὓς ἔγραφεν· ἦν γὰρ ἐν αὐτοῖς σχεδὸν
μία ζημία· θάνατος.
26.3 Οἱ οὖν Ἀθηναῖοι ἔλεγον· οἱ ∆ράκοντος νόμοι οὐκ ἀνθρώπου ἀλλὰ δράκοντος
εἰσίν.
26.4 Πάντες οὖν καὶ ἄνδρες καὶ γυναῖκες καὶ γέροντες καὶ παῖδες ἐνόμιζον τε
τούτους τοὺς νόμους χαλεπωτάτους εἶναι ἐν ἀπάσῃ τῇ Ἑλλάδι καὶ ἔλεγον πρὸς
ἀλλήλους ὅτι ἀληθῶς οἱ νόμοι οὗτοι δράκοντός εἰσιν οὐδὲ ἀνδρός.
26.5 Μετὰ δὲ τοὺς ∆ράκοντος χρόνους, ἀνήρ τις ὄνομα Σόλων, παῖς ἔτι ὤν,
ἤκουε μὲν τοῦ πατρὸς ταῦτα λέγοντος περὶ τῶν τοῦ ∆ράκοντος νόμων, ἠρώτα
δὲ αὐτὸν εἰ οἱ Ἀθηναῖοι οὐκ οἷοί τέ εἰσιν νόμους νέους γράφεσθαι· πολλοὶ δὲ
ἄλλοι παῖδες τὰ αὐτὰ ἠρώτων τὸν ἑκάστου πατέρα. ὁ δὲ τοῦ Σόλωνος πατὴρ
ἀπεκρίνατο ὅτι οὐδεὶς δύναται τοὺς νόμους μεταγράγειν.
26.6 Ἀλλὰ τῶν Ἀθηνέων ὀλίγοι τινὲς καὶ τῶν πλουσίων καὶ τῶν χρήματα ὀλίγα
ἐχόντων ἐβούλοντο τούτους νόμους μεταποιεῖν ἐς καινοὺς τρόπους. αὐτὸς δὲ ὁ
Σόλων, οὐκέτι παῖς ὤν, πολίτης δὲ μάλα ἀγαθὸς γιγνόμενος, ἐβούλετο νόμους
γράφειν δικαιότατους ἢ τοὺς ὑπὸ ∆ράκοντος πρότερον γραφομένους.
26.7 Ἐκ τούτου δὲ πάντας τοὺς πολίτας ἔδει μανθάνειν τοὺς Σόλωνος νόμους.
26.8 Κὰι δὲ ποιήματά τινα ἔγραφε ἃ σχεδὸν πάντες οἱ Ἀθηναῖοι ἐδύναντο λέγειν.
οὕτως ὁ Σόλων ἄξιος ἐπαίνου ἐγίγνετο καὶ τοῖς τότε καὶ τοῖς ἔπειτα Ἀθηναίοις.
διὰ γὰρ αὐτὸν ἐν ἡσυχίᾳ τε καὶ εἰρήνῃ ἔτη πολλὰ διῆγον τὸν βίον.
26.9 Οἰ Ἀθηναῖοι τὸν χρόνον μετροῦσι· μέτρα δὲ τάδε ἐστίν· ἡ ἡμέρα, ὁ μήν, τὸ
ἔτος, ὃ καὶ ἐνιαυτὸς καλεῖται.
28
27
27.1 Ὁ μὲν Σόλων ἐγήρασκε αἰεὶ πολλὰ διδασκόμενος, ὡς αὐτὸς λέγει ἐν
καλλίστῳ ποιήματί τινι.
27.2 Τὸ δὲ διδάσκειν ἐναντίον τι ἦν τῷ διδάσκεσθαι· ὁ γὰρ διδάσκαλος ἐδίδασκε
τοὺς μαθητὰς, ὁ δὲ Σόλων ἐδιδάσκετο, τοῦτο ἔστιν, ἐμάνθανε πολλὰ αὐτός, οὐ
παρὰ διδασκάλου, οὐ μόνον ὅτε γέρων ἤδη ἦν, ἀλλὰ καὶ πρότερον· διδάσκαλον
γὰρ τὸν βίον εἶχε.
27.3 Ὁ μὲν δίκαιος ἀνὴρ οὐκ ἐᾷ τοὺς ἀδίκους ἄνδρας νικᾶν· νίκη γὰρ πᾶσι
καλλίστη. ὁ δὲ Σόλων, ὅτε ἦρχε τῶν Ἀθηναίων (τὸ δὲ ἄρχειν ἐστὶν ὅμοιόν τι
τῷ βασιλεύειν), νικᾶν οὐκ εἴα οὐδετέρους ἀδίκως.
27.4 Ἐὰν γάρ τις ἐρωτᾷ πότερος μὲν δίκαιος, πότερος δὲ ἄδικος, χαλεπώτατόν
ἐστι πάντων τούτῳ ἀποκρίνεσθαι.
27.5 ∆ιὰ τοῦτο δὴ ὁ Σόλων ἐβούλετο μᾶλλον οὐδετέρους ἐᾶν νικᾶν.
27.6 Τῷ μὲν Σόλωνι ἐδόκει τὸ γῆρας οὐ κακὸν τοῖς ἀνθρώποις εἶναι, ἀλλὰ
ἀγαθόν τι μέγα. Εἰ γὰρ τὸ σῶμα εὖ ἔχει, ἡ ψυχὴ τῶν γερόντων τότε μάλιστα
ἐλευθέρα ἀπὸ τῶν ἡδονῶν καὶ οἵά τε ἐστι πάντα καλῶς γιγνώσκειν τὰ περὶ τοὺς
ἀνθρώπους.
27.7 Πολλοὶ δὲ τῶν γερόντων οὐ φιλοῦσι τὸ γῆρας θανάτῳ πλησίον ὄν, μᾶλλον
δὲ φοβοῦνται αὐτό. φοβεῖται δὲ τι ὅστις μὴ βούλεται τοῦτο γίγνεσθαι. ἀλλὰ ὁ
Σόλων οὕτω σοφὸς καὶ σώφρων ἦν, ὥστε τὸν θάνατον οὐκ ἐφοβεῖτο. ὅταν δέ
τις φοβῆται, φόβον λέγεται ἔχειν. ὁ Σόλων οὖν οὔποτε φόβον εἶχεν.
27.8 Πολλοῖς δὲ ἔτεσι ὕστερον Εὐριπίδης, ποιητής τις μάλα σοφὸς τῶν
Ἀθηναίων, ἔγραφε τὰδε ἐν δράματι τινι· τί δἐ ἄλλο; φωνὴ καὶ σκιὰ γέρων
ἀνήρ. οὐκ οὖν πάντες ἐν τῆ Ἑλλάδι τὰ αὐτὰ ἔλεγον· ἄλλοι ἄλλα ἐνόμιζον.
29
28
28.1 Μετὰ τοὺς βασιλέας ἦρχον τῶν ἐν Ἑλλάδι πόλεων ἄνδρες τινὲς ἄρχοντες
καλούμενοι· ὕστερον δὲ ἐν πλείσταις πόλεσι τυραννίδες ἐνεγίγνοντο, οὕτω
καλούμεναι διὰ τὸ τὴν πόλιν ὑπὸ τυράννου τινὸς ἄρχεσθαι, σχεδὸν ἀνόμως.
28.2 Ὁ γὰρ τύραννος ἄρχει τῶν ἄλλων ἁπάντων, καὶ πολιτῶν καὶ μετοίκων καὶ
δούλων καὶ ἄνδρων καὶ γυναικῶν, οὐ τοῖς νόμοις πειθόμενος· ὅστις δὲ μὴ τοῖς
νόμοις πείθεται ἄνομός ἐστιν.
28.3 Ἐν τούτῳ τῷ χρόνῳ ἀνήρ τις ἠρώτα τοὺς ἑπτὰ σοφοὺς καλουμένους τίς
ἐστιν ἀρίστη πόλις.
28.4 ὁ δὲ Βίας πρῶτος ἀπεκρίνατο· ἐν ᾗ πάντες οἱ πολῖται ὡς τύραννον
φοβοῦνται τὸν νόμον.
28.5 ∆εύτερος δὲ Θαλῆς ὁ Μιλήσιος· ἡ μήτε πλουσίους ἄγαν μήτε πένητας
ἔχουσα πολίτας. (πένης δὲ ὅμοιος τῷ μηδὲν ἔχοντι· οὕτως καὶ ἡ πενία ἐναντίον
τι τῷ πλούτῳ ἐστίν.)
28.6 Χίλων δὲ ὁ Λακεδεμόνιος ἐνόμιζε ἀρίστην εἶναι πόλιν τὴν μάλιστα νόμων
ἀκούουσαν, ἥκιστα δὲ ῥητόρων (ὁ δὲ ῥήτωρ ἔλεγε μὲν λόγους πρὸς τὴν βουλήν
τε καὶ τὸν δῆμον καὶ τοὺς δικαστάς, ἐδίδασκε δὲ τοὺς νέους τὴν ῥητορικὴν
τέχνην, ᾗ μάλιστα εὖ ἔπραττον οὐκ ὀλίγοι ἐν ταῖς Ἀθήναις καίπερ οὐκ αἰεὶ τὰ
ἀληθῆ λέγειν διδάσκοντες).
28.7 Ὕστατος δὲ ὁ Σόλων ἔλεγε ὅτι πόλις ἔστὶν ἀρίστη αὔτη ἐν ᾗ οἱ μὲν πολῖται
τοῖς ἄρχουσι πείθονται, οἱ δὲ ἄρχοντες τοῖς νόμοις.
28.8 Ἐν τοῖς γοῦν Σόλωνος χρόνοις τῶν Ἀθηναίων πολιτῶν οἱ μὲν πολλοὶ
ἐπείθοντο μάλιστα τοῖς νόμοις αὐτοῦ, ὀλίγοι δὲ τὰ πράγματα κατεῖχον· οἱ δὲ
ἐν τοῖς πράγμασι ὄντες ἐκαλοῦντο ἄρχοντες· οἱ δὲ ἄλλοι πολῖται ἐπολιτεύοντο
τῇ βουλῇ τε καὶ τῷ δήμῳ συμβουλεύοντες καὶ δίκας δικάζοντες.
28.9 Σπάρτη δὲ, ὅπου οἱ Λυκούργου νόμοι κύριοι ἦσαν, δύο βασιλεῖς ἐβασίλευον.
28.10 Ποτὲ δὲ ἐρωτῶντός τινος ἕνα τῶν βασιλέων τί μάλιστα μάθημα ἐν Σπάρτῃ
ἀσκεῖται, «τὸ γιγνώσκειν», ἔφη, «ἄρχειν τε καὶ ἄρχεσθαι.» αὕτη μὲν οὖν
καλλίστη ἄσκησις τοῖς πολίταις οὐ μόνον ἐν τῇ Σπάρτῃ, ἀλλὰ καὶ ἐν πάσαις
ταῖς ἄλλαις πόλεσιν.
30
29
29.1 Πολλοὶ μὲν ἀνθρώπων ζῶσιν ἵνα πίνωσί τε καὶ ἐσθίωσιν· τὸν γὰρ βίον
διάγουσι μόνον πίνοντές τε καὶ ἐσθίοντες.
29.2 Ὁ δὲ Σώκράτης, ὡς αὐτὸς ἔλεγε, ἤσθιε καὶ ἔπινε ἵνα ζῇ· ἐνόμιζε γὰρ οὐ
δεῖν οὕτως τοῦ σῶματος ἐπιμελεῖσθαι ὥστε τῆς ψυχῆς ἀμελεῖν.
29.3 ∆ῆλον ὅτι ὁ Σωκράτης ἥκιστα τοῦτων ἐπιμελεῖται οἷς οἱ πολλοὶ τὸν νοῦν
προσεῖχον. ἔμελε δὲ αὐτῷ μάλιστα ἡ τῆς ἀληθείας ζήτησις περὶ τῆς τῶν
ἀνθρώπων φύσεως, ἥκιστα αἱ τοῦ σώματος ἡδοναί.
29.4 ∆ιὰ παντὸς δὴ τοῦ βίου ἐζήτει καὶ ἀνηρώτα πάντας ἀνθρώπους, καὶ πολίτας
καὶ ξένους, οἷς ἐνετύγχανε ἐν ταῖς ὁδοῖς καὶ ἐν τῇ ἀγορᾷ.
29.5 Τελευτῶντες δὲ πάντες ἔλεγον οὐδὲν ἐπίσταθαι τούτων ἃ πρότερον ἐδόκουν
ἐπίστασθαι. ἐκ τούτων ἔχθραι ἐγίγνοντο πολλαὶ αὐτῷ, ὅπερ αἰτία μεγίστη ἦν
αὐτῷ τοῦ θανάτου.
29.6 «Τῶν δενδρέων τε καὶ τῶν μετεώρων,» ἔφη, «οὐδέν μοι μέλει· οὐδὲν γάρ
με διδάσκει τούτων ἃ ὁ θεὸς ὁ ἐν ∆ελφοῖς ἐκέλευέ με ζητεῖν. εἰ δέ τις οἴεται τὰ
μετέωρα ἄξια λόγου εἶναι, οὐκ ὀρθῶς οἴεται. τοῖς γὰρ ἀνθρώποις μεγίστη
ἐπιστήμη ἡ περὶ τῆς ἀνθρωπείας φύσεως.»
29.7 Ἔλεγε δὲ καὶ τὴν ἐπιστήμην διαφέρειν τῆς δόξας ὥσπερ ἀπὸ τοῦ δοκεῖν.
μία δὲ ἡ ἀλήθεια ἐστίν, πολλαὶ δὲ αἱ δόξαι. ἄλλα γὰρ ἄλλοις δοκεῖ. ἔχει οὖν
ἐπιστήμην ὅστις τὴν ἀλήθειαν ζητεῖ τε καὶ εὑρίσκει.
31
32
PROPIEDAD DE
M. S. RUIPEREZ
DISTRIBUCION GRATUITA
SOLO PARA
EXPERIMENTACION

Más contenido relacionado

La actualidad más candente

ο θεσμος της ικεσιας
ο θεσμος της ικεσιαςο θεσμος της ικεσιας
ο θεσμος της ικεσιαςemathites
 
επιθετα γ΄ κλισης
επιθετα γ΄ κλισηςεπιθετα γ΄ κλισης
επιθετα γ΄ κλισηςEleni Kots
 
Η ζωή εν τάφω - Η μυστική παπαρούνα
Η ζωή εν τάφω - Η μυστική παπαρούναΗ ζωή εν τάφω - Η μυστική παπαρούνα
Η ζωή εν τάφω - Η μυστική παπαρούναEleni Kots
 
Η διαμάχη αυτοχθόνων και ετεροχθόνων
Η διαμάχη αυτοχθόνων και ετεροχθόνωνΗ διαμάχη αυτοχθόνων και ετεροχθόνων
Η διαμάχη αυτοχθόνων και ετεροχθόνωνNasia Fatsi
 
ανθρωπομορφισμοι
ανθρωπομορφισμοιανθρωπομορφισμοι
ανθρωπομορφισμοιaggpet
 
Λατινικά, ενότητα 13
Λατινικά, ενότητα 13Λατινικά, ενότητα 13
Λατινικά, ενότητα 13gina zaza
 
1.5. H μεγ;Aλη μετανάστευση των λαών – Το τέλος του δυτικού ρωμαϊκού κράτους
1.5. H μεγ;Aλη μετανάστευση των λαών –  Το τέλος του δυτικού ρωμαϊκού κράτους1.5. H μεγ;Aλη μετανάστευση των λαών –  Το τέλος του δυτικού ρωμαϊκού κράτους
1.5. H μεγ;Aλη μετανάστευση των λαών – Το τέλος του δυτικού ρωμαϊκού κράτουςEleni Kots
 
ετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωρια
ετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωριαετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωρια
ετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωριαEleni Kots
 
ο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτους
ο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτουςο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτους
ο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτουςstelmanta
 
Α Στασιμο-παρουσίαση.pptx
Α Στασιμο-παρουσίαση.pptxΑ Στασιμο-παρουσίαση.pptx
Α Στασιμο-παρουσίαση.pptxssuserd4700a
 
ΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑGeorgia Sofi
 
ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ
ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ
ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ Georgia Sofi
 
Λατινικά, προσδιορισμός τόπου, χρόνου
Λατινικά, προσδιορισμός τόπου, χρόνουΛατινικά, προσδιορισμός τόπου, χρόνου
Λατινικά, προσδιορισμός τόπου, χρόνουgina zaza
 
παρουσίαση2 enothta 8
παρουσίαση2 enothta  8παρουσίαση2 enothta  8
παρουσίαση2 enothta 8sofia
 
Diferencias entre el complemento del adjetivo
Diferencias entre el complemento del adjetivoDiferencias entre el complemento del adjetivo
Diferencias entre el complemento del adjetivoMarta Carmona
 
Aρχαϊκή εποχή (γ.κοινωνία)
Aρχαϊκή εποχή (γ.κοινωνία)Aρχαϊκή εποχή (γ.κοινωνία)
Aρχαϊκή εποχή (γ.κοινωνία)Peter Tzagarakis
 
Σχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσας
Σχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσαςΣχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσας
Σχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσαςThanos Stavropoulos
 
ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ
ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ
ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥemathites
 

La actualidad más candente (20)

ο θεσμος της ικεσιας
ο θεσμος της ικεσιαςο θεσμος της ικεσιας
ο θεσμος της ικεσιας
 
επιθετα γ΄ κλισης
επιθετα γ΄ κλισηςεπιθετα γ΄ κλισης
επιθετα γ΄ κλισης
 
Mitologia Nórdica
Mitologia NórdicaMitologia Nórdica
Mitologia Nórdica
 
Η ζωή εν τάφω - Η μυστική παπαρούνα
Η ζωή εν τάφω - Η μυστική παπαρούναΗ ζωή εν τάφω - Η μυστική παπαρούνα
Η ζωή εν τάφω - Η μυστική παπαρούνα
 
Η διαμάχη αυτοχθόνων και ετεροχθόνων
Η διαμάχη αυτοχθόνων και ετεροχθόνωνΗ διαμάχη αυτοχθόνων και ετεροχθόνων
Η διαμάχη αυτοχθόνων και ετεροχθόνων
 
ανθρωπομορφισμοι
ανθρωπομορφισμοιανθρωπομορφισμοι
ανθρωπομορφισμοι
 
Λατινικά, ενότητα 13
Λατινικά, ενότητα 13Λατινικά, ενότητα 13
Λατινικά, ενότητα 13
 
1.5. H μεγ;Aλη μετανάστευση των λαών – Το τέλος του δυτικού ρωμαϊκού κράτους
1.5. H μεγ;Aλη μετανάστευση των λαών –  Το τέλος του δυτικού ρωμαϊκού κράτους1.5. H μεγ;Aλη μετανάστευση των λαών –  Το τέλος του δυτικού ρωμαϊκού κράτους
1.5. H μεγ;Aλη μετανάστευση των λαών – Το τέλος του δυτικού ρωμαϊκού κράτους
 
ετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωρια
ετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωριαετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωρια
ετεροπτωτοι ονοματικοι προσδιορισμοι θεωρια
 
ο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτους
ο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτουςο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτους
ο εξελληνισμός του Ανατολικού Ρωμαϊκού Κράτους
 
Α Στασιμο-παρουσίαση.pptx
Α Στασιμο-παρουσίαση.pptxΑ Στασιμο-παρουσίαση.pptx
Α Στασιμο-παρουσίαση.pptx
 
ΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
ΕΠΑΝΑΛΗΨΗ ΓΡΑΜΜΑΤΙΚΗΣ - ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ
 
ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ
ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ
ΠΑΡΑΤΗΡΗΣΕΙΣ ΣΤΑ ΚΕΙΜΕΝΑ
 
Η ελεημοσύνη βασίλισσα των αρετών, Ι. Χρυσόστομος. Αρχαία Β΄ Γυμνασίου, εν. 5
Η ελεημοσύνη βασίλισσα των αρετών, Ι. Χρυσόστομος. Αρχαία Β΄ Γυμνασίου, εν. 5Η ελεημοσύνη βασίλισσα των αρετών, Ι. Χρυσόστομος. Αρχαία Β΄ Γυμνασίου, εν. 5
Η ελεημοσύνη βασίλισσα των αρετών, Ι. Χρυσόστομος. Αρχαία Β΄ Γυμνασίου, εν. 5
 
Λατινικά, προσδιορισμός τόπου, χρόνου
Λατινικά, προσδιορισμός τόπου, χρόνουΛατινικά, προσδιορισμός τόπου, χρόνου
Λατινικά, προσδιορισμός τόπου, χρόνου
 
παρουσίαση2 enothta 8
παρουσίαση2 enothta  8παρουσίαση2 enothta  8
παρουσίαση2 enothta 8
 
Diferencias entre el complemento del adjetivo
Diferencias entre el complemento del adjetivoDiferencias entre el complemento del adjetivo
Diferencias entre el complemento del adjetivo
 
Aρχαϊκή εποχή (γ.κοινωνία)
Aρχαϊκή εποχή (γ.κοινωνία)Aρχαϊκή εποχή (γ.κοινωνία)
Aρχαϊκή εποχή (γ.κοινωνία)
 
Σχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσας
Σχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσαςΣχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσας
Σχηματισμός αποθετικών & ημιαποθετικών ρημάτων της λατινικής γλώσσας
 
ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ
ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ
ΤΟ ΧΡΕΟΣ ΤΟΥ ΙΣΤΟΡΙΚΟΥ
 

Destacado

Introduccion al griego
Introduccion al griegoIntroduccion al griego
Introduccion al griegoSito Yelas
 
INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12
INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12
INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12Sito Yelas
 
Influencia mundo clásico en la actualidad
Influencia mundo clásico en la actualidadInfluencia mundo clásico en la actualidad
Influencia mundo clásico en la actualidadAlicia Sapere Aude
 
Antígona
AntígonaAntígona
Antígonacolegio
 
Segundo Triumvirato. El fin de la República
Segundo Triumvirato. El fin de la República Segundo Triumvirato. El fin de la República
Segundo Triumvirato. El fin de la República IES ARANGUREN
 
Powerpoint Misterios Y Oraculos de la Antigua Grecia
Powerpoint Misterios Y Oraculos de la Antigua GreciaPowerpoint Misterios Y Oraculos de la Antigua Grecia
Powerpoint Misterios Y Oraculos de la Antigua Greciaselenitita
 
TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.
TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.
TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.Fernando Blaya
 
La Religion Griega
La Religion GriegaLa Religion Griega
La Religion Griegafriflome
 
Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"
Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"
Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"Amparo Gasent
 
INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10
INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10
INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10Sito Yelas
 
Prueba Antígona
Prueba AntígonaPrueba Antígona
Prueba AntígonaMacarena M
 
Terminologia quirurgica
Terminologia quirurgicaTerminologia quirurgica
Terminologia quirurgicagabyuas
 

Destacado (16)

Introduccion al griego
Introduccion al griegoIntroduccion al griego
Introduccion al griego
 
INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12
INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12
INTRODUCCIÓN AL GRIEGO CLÁSICO 12
 
Influencia mundo clásico en la actualidad
Influencia mundo clásico en la actualidadInfluencia mundo clásico en la actualidad
Influencia mundo clásico en la actualidad
 
Antígona
AntígonaAntígona
Antígona
 
Segundo Triumvirato. El fin de la República
Segundo Triumvirato. El fin de la República Segundo Triumvirato. El fin de la República
Segundo Triumvirato. El fin de la República
 
Cuestionario eneida ii iv
Cuestionario eneida ii ivCuestionario eneida ii iv
Cuestionario eneida ii iv
 
Powerpoint Misterios Y Oraculos de la Antigua Grecia
Powerpoint Misterios Y Oraculos de la Antigua GreciaPowerpoint Misterios Y Oraculos de la Antigua Grecia
Powerpoint Misterios Y Oraculos de la Antigua Grecia
 
La religión griega
La religión griegaLa religión griega
La religión griega
 
Guía antígona
Guía antígonaGuía antígona
Guía antígona
 
TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.
TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.
TEMA 2: LAS GUERRAS MÉDICAS Y LA LIGA DE DELOS.
 
La Religion Griega
La Religion GriegaLa Religion Griega
La Religion Griega
 
Sofocles antigona
Sofocles antigonaSofocles antigona
Sofocles antigona
 
Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"
Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"
Joc: "A la recerca d'una pàtria. La història de l'Eneida"
 
INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10
INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10
INTRODUCCION AL GRIEGO CLASICO -Lecciones 1-10
 
Prueba Antígona
Prueba AntígonaPrueba Antígona
Prueba Antígona
 
Terminologia quirurgica
Terminologia quirurgicaTerminologia quirurgica
Terminologia quirurgica
 

Más de Sito Yelas

juego localizaciones.pdf
juego localizaciones.pdfjuego localizaciones.pdf
juego localizaciones.pdfSito Yelas
 
Mapa Grecia antigua 2
Mapa Grecia antigua 2Mapa Grecia antigua 2
Mapa Grecia antigua 2Sito Yelas
 
Mapa Grecia antigua 1
Mapa Grecia antigua 1Mapa Grecia antigua 1
Mapa Grecia antigua 1Sito Yelas
 
Del pozo textos griegos-presentacion -jenofonte
Del pozo   textos griegos-presentacion -jenofonteDel pozo   textos griegos-presentacion -jenofonte
Del pozo textos griegos-presentacion -jenofonteSito Yelas
 
Máximas y frases célebres griegas
Máximas y frases célebres griegasMáximas y frases célebres griegas
Máximas y frases célebres griegasSito Yelas
 
ΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙ
ΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙ
ΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙSito Yelas
 
Alpha flight ellenika
Alpha flight ellenikaAlpha flight ellenika
Alpha flight ellenikaSito Yelas
 
En tiempos de los romanos
En tiempos de los romanosEn tiempos de los romanos
En tiempos de los romanosSito Yelas
 
Homero Odisea1-12 (imprimir)
Homero Odisea1-12 (imprimir)Homero Odisea1-12 (imprimir)
Homero Odisea1-12 (imprimir)Sito Yelas
 
Homero odisea 1 12
Homero odisea 1 12Homero odisea 1 12
Homero odisea 1 12Sito Yelas
 
Epitome historiae graecae ad usum collegiorum
Epitome historiae graecae ad usum collegiorumEpitome historiae graecae ad usum collegiorum
Epitome historiae graecae ad usum collegiorumSito Yelas
 
EJERCICIOS HOMÉRICOS - ODISEA 1
EJERCICIOS HOMÉRICOS - ODISEA 1EJERCICIOS HOMÉRICOS - ODISEA 1
EJERCICIOS HOMÉRICOS - ODISEA 1Sito Yelas
 
G Jerez -La enseñanza del griego en Bizancio.
G Jerez -La enseñanza del griego en Bizancio.G Jerez -La enseñanza del griego en Bizancio.
G Jerez -La enseñanza del griego en Bizancio.Sito Yelas
 
G Jerez -La enseñanza del griego en Bizancio. Handout.
G Jerez -La enseñanza del griego en Bizancio. Handout.G Jerez -La enseñanza del griego en Bizancio. Handout.
G Jerez -La enseñanza del griego en Bizancio. Handout.Sito Yelas
 
Ejércitos griegos, romanos y de sus enemigos
Ejércitos griegos, romanos y de sus enemigosEjércitos griegos, romanos y de sus enemigos
Ejércitos griegos, romanos y de sus enemigosSito Yelas
 

Más de Sito Yelas (20)

juego localizaciones.pdf
juego localizaciones.pdfjuego localizaciones.pdf
juego localizaciones.pdf
 
Heroes 21
Heroes 21Heroes 21
Heroes 21
 
Lucrecia
LucreciaLucrecia
Lucrecia
 
Mapa Grecia antigua 2
Mapa Grecia antigua 2Mapa Grecia antigua 2
Mapa Grecia antigua 2
 
Mapa Grecia antigua 1
Mapa Grecia antigua 1Mapa Grecia antigua 1
Mapa Grecia antigua 1
 
Poster Roma 2
Poster Roma 2Poster Roma 2
Poster Roma 2
 
Poster Roma 3
Poster Roma 3Poster Roma 3
Poster Roma 3
 
Poster Roma 1
Poster Roma 1Poster Roma 1
Poster Roma 1
 
Del pozo textos griegos-presentacion -jenofonte
Del pozo   textos griegos-presentacion -jenofonteDel pozo   textos griegos-presentacion -jenofonte
Del pozo textos griegos-presentacion -jenofonte
 
Máximas y frases célebres griegas
Máximas y frases célebres griegasMáximas y frases célebres griegas
Máximas y frases célebres griegas
 
ΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙ
ΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙ
ΤΟ ΑΟΡΑΤΟ ΚΟΡΙΤΣΙ
 
Alpha flight ellenika
Alpha flight ellenikaAlpha flight ellenika
Alpha flight ellenika
 
En tiempos de los romanos
En tiempos de los romanosEn tiempos de los romanos
En tiempos de los romanos
 
Homero Odisea1-12 (imprimir)
Homero Odisea1-12 (imprimir)Homero Odisea1-12 (imprimir)
Homero Odisea1-12 (imprimir)
 
Homero odisea 1 12
Homero odisea 1 12Homero odisea 1 12
Homero odisea 1 12
 
Epitome historiae graecae ad usum collegiorum
Epitome historiae graecae ad usum collegiorumEpitome historiae graecae ad usum collegiorum
Epitome historiae graecae ad usum collegiorum
 
EJERCICIOS HOMÉRICOS - ODISEA 1
EJERCICIOS HOMÉRICOS - ODISEA 1EJERCICIOS HOMÉRICOS - ODISEA 1
EJERCICIOS HOMÉRICOS - ODISEA 1
 
G Jerez -La enseñanza del griego en Bizancio.
G Jerez -La enseñanza del griego en Bizancio.G Jerez -La enseñanza del griego en Bizancio.
G Jerez -La enseñanza del griego en Bizancio.
 
G Jerez -La enseñanza del griego en Bizancio. Handout.
G Jerez -La enseñanza del griego en Bizancio. Handout.G Jerez -La enseñanza del griego en Bizancio. Handout.
G Jerez -La enseñanza del griego en Bizancio. Handout.
 
Ejércitos griegos, romanos y de sus enemigos
Ejércitos griegos, romanos y de sus enemigosEjércitos griegos, romanos y de sus enemigos
Ejércitos griegos, romanos y de sus enemigos
 

Metodo Ruiperez Lecciones 1-29

  • 2. 2
  • 3. 1 1.1 Ὁ ἄνθρωπός ἐστι μικρὸς κοσμός. 1.2 Ὁ πατὴρ ἄνθρωπός ἐστιν. 1.3 Ἡ μήτηρ ἄνθρωπός ἐστιν. 1.4 Ὁ κόσμος οὐ μικρός ἐστιν. 1.5 Ὁ κόσμος ἐστὶ μέγας. 1.6 Μέγας μὲν ὁ κόσμος ἐστίν, μικρὸς δὲ ὁ ἄνθρωπος. 1.7 Ὁ κόσμος οὐκ ἔστι μικρὸς, ἀλλὰ μέγας. 3
  • 4. 2 2.1. Καλὸς καὶ ἀγαθὸς ὁ πατήρ. 2.2. Καλὴ καὶ ἀγαθὴ ἡ μήτηρ. 2.3. Πόλεμος μὲν κακὸς, εἰρήνη δὲ καλὴ. 2.4. Ὁ πόλεμος οὐ καλὸς, ἀλλὰ μάλα κακός. 2.5. Ὁ μὲν εἰρήνη οὐ κακὴ, ἀλλὰ ἀγαθή. 2.6. Μέτρον ἄριστον. 2.7. Τὸ μέτρον ἐστὶ μάλα ἀγαθόν. 2.8. Οὐ κακόν, ἀλλὰ ἀγαθόν ἐστι τὸ μέτρον. 2.9. Μέγα βιβλίον, μέγα κακόν. 2.10. Τὸ μέγα βιβλίον, μέγα κακόν. 2.11. Τόδε τὸ βιβλίον οὐ μέγα, ἀλλὰ μικρόν. 2.12. Τόδε τὸ βιβλίον οὐκ ἔστι κακόν· μικρὸν γάρ ἐστιν. 4
  • 5. 3 3.1 Ὁ μὲν ἄνθρωπος ἀγαθός, ὁ δὲ κακός ἐστιν. 3.2 Οὐ πάντες οἱ ἄνθρωποί εἰσι κακοὶ, ἀλλὰ οἱ μὲν ἀγαθοί, οἱ δὲ κακοί. 3.3 Θηβαῖοι κακοὶ· οὐχ ὁ μὲν, ὁ δε οὔ · πάντες. 3.4 Καλὸν χρῆμα ἡ εἰρήνη. 3.5 Καλὸν μὲν χρῆμα ἡ ἀρχή ἐστιν, καλὸν δὲ καὶ ἡ τελευτή. 3.6 Αἰεὶ μὲν ἡ εἰρήνη καλή, οὔποτε δὲ οἱ πολέμιοι καλοί. 3.7 Εἰ καλὴ ἀρχή, καλὴ καὶ ἡ τελευτή ἐστιν. 3.8 Οὐ πᾶσαι αἱ τελευταὶ καλαί, ἀλλὰ αἱ μὲν καλαί, αἱ δὲ κακαὶ εἰσιν. 3.9 Οὐ πάντα τὰ βιβλία ὅμοια, ἀλλὰ τὰ μὲν καλά, τὰ δὲ κακά, τὰ δὲ μικρά, τὰ δὲ μεγάλα. 3.10 Τάδε τὰ βιβλία ἐστι καλά. 3.11 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖοι, ἀλλὰ οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί. 5
  • 6. 4 4.1 Ἡ μελέτη ἄριστόν ἐστι χρῆμα. 4.2 Μελέτη τὸ πᾶν. 4.3 Ἡ τοῦ πολέμου μελέτη σχεδὸν ἀρχὴ τοῦ πολέμου ἐστιν. 4.4 Ἀγαθὸς μὲν ὁ φίλος. ὁ δὲ τοῦ φίλου πατὴρ ἄριστον. 4.5 Οὔποτε καλὴ ἡ τοῦ πολέμου τελευτή. 4.6 Πάντων τῶν πολέμων κακαὶ αἱ τελευταί. 4.7 Κοινὰ τὰ τῶν φίλων. 4.8 Θησαυρὸς ἐστι τῶν κακῶν ἡ κακὴ γυνή. 4.9 Λύπη οὐκ ἀγαθή, ἀλλὰ κακή. 4.10 Λύπης ἰατρός ἐστιν ὁ ἀγαθὸς φίλος. 4.11 Ἥδε ἡ γυνὴ καλὴ μέν ἐστιν, ἀλλὰ οὐ πᾶσαι αἱ γυναῖκες καλαί. 4.12 Καλὸς καὶ ἀγαθὸς ὅδε ὁ ἀνὴρ, ἀλλὰ οὐ πάντες καλοί. 4.13 Πάντων τῶν χρημάτων μέτρον ἐστὶν ὁ ἄνθρωπος. 4.14 Καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἄνθρωποί εἰσιν. 4.15 Καὶ τῶν καλῶν γυναικῶν ὁ ἀνὴρ μέτρον ἐστίν. 4.16 Τοῦδε τοῦ βιβλίου ἀρχὴ μὲν ἔστιν, τελευτὴ δὲ οὔ. 6
  • 7. 5 5.1 Τόδε τὸ βιβλίον ἀρχὴν μὲν ἔχει, τελευτὴν δὲ οὐκ ἔχει. 5.2 Ὅδε ὁ ἀνὴρ φίλον μὲν ἔχει, χρήματα δὲ οὔ. 5.3 Οἱ φίλοι κοινὰ ἔχουσι τὰ χρήματα. 5.4 Πάντες ὁμοίως οἱ πόλεμοι κακὰ φέρουσι πολλὰ. 5.5 Ἥδε ἡ πόλις ἐστὶ μεγάλη . πολλοὺς γὰρ ἀνθρώπους ἔχει. 5.6 Πολλὰ ἡ εἰρήνη φέρει ἀγαθὰ. 5.7 Ὁ τῶν ἀνθρώπων βιος αἰεὶ τελευτὴ ἔχει . ὁ μὲν βίος καλὸς, ὁ δὲ θάνατος κακός. 5.8 Θεὸς μὲν ἀθάνατος, ἄνθρωπος δὲ θνητός. 5.9 Οἱ Ἕλληνες πολλοὺς θεοὺς ἔχουσιν. 5.10 Ὁ νόμος πάντων ἐστὶ βασιλεὺς. 5.11 Πάντες οἱ ἄνθρωποι ὁμοίως εἰσι θνητοὶ. 5.12 Ἡ πόλις οὐκ ἔχει τοὺς νόμους, ἀλλὰ οἱ νόμοι ἔχουσι τὴν πόλιν. 5.13 Ὁ ἀγαθὸς βασιλεὺς καλῶς βασιλεύει τῶν ἀνθρώπων, ὁ δὲ κακὸς κακῶς. 5.14 Οἱ θεοὶ βασιλεύουσι τοῦ κόσμου. 5.15 Κακὴν τελευτὴν τοῦ βίου ὁ θάνατος φέρει. 7
  • 8. 6 6.1 Τίς πάντων βασιλεύει; ὁ νόμος. 6.2 Τί ἄριστόν ἐστιν; τὸ μέτρον. 6.3 Τίς ἄριστη γυνή; ἡ μήτηρ. 6.4 Τίς ἄριστος ἀνήρ; ὁ πατήρ. 6.5 Τί κάκιστον τοῖς ἀνθρώποις; ὁ πόλεμος · κάκιστος δὲ καὶ ὁ θάνατος. 6.6 Χαλεπὰ τὰ καλά. 6.7 Ἐν τῷ βίῳ οὐ πάντα τὰ χρήματα καλά ἐστιν, ἀλλὰ ὁ μὲν ἀνθρώπων πάσχει καλὰ, ὁ δὲ κακά. 6.8 Χαλεπὼς φέρουσι τὰς λύπας οἱ ἄνθρωποι. 6.9 Τίς ἀνηρ ἐθέλει κακὸς εἶναι; πάντες ἐθέλουσι καλοὶ καὶ ἀγαθοὶ εἶναι. 6.10 Τίς ἐθέλει κακὰ πάσχειν; οἱ ἄνθρωποι ἐθέλουσι σχεδὸν πάντες πολλὰ χρήματα ἔχειν. 6.11 Χρήματα ἀνήρ. 6.12 Πολλοὶ μὲν ἐθέλουσι βασιλεύειν· εἷς δὲ βασιλεὺς βασιλεύει πάντων. 6.13 Εἷς ἀνήρ, μία γυνή, ἓν βιβλίον. 6.14 ∆ύο ἄνδρες, δύο γυναῖκες, δύο βιβλία. τρεῖς ἄνδρες, τρεῖς γυναῖκες, τρία βιβλία. 8
  • 9. 7 7.1 Οὔκουν ἀγαθὰ πάσχει ὁ βασιλεύς; 7.2 Τίς οὐκ ἐθέλει ἀγαθὰ πάσχειν; 7.3 Ὁ μὲν βασιλεὺς ἀγαθὰ πάσχει βασιλεύων, οἱ δὲ ἄλλοι ἄνδρες οὐχ ὁμοῖα πάσχουσιν. 7.4 Ἐν τοῖς θεοῖς εἷς βασιλεύς ἐστιν· Ζεύς ὄνωνα αὐτῷ. 7.5 Οἱ δὲ Ἕλληνες ἄλλους πολλοὺς ἔχουσι θεούς· τὰ δὲ ὀνώματα αὐτοῖς ἐστι τάδε· Απόλλων, Ποσειδῶν, Ἑρμῆς, Ἀθηνᾶ, Ἅρτεμις καὶ ἄλλα πολλά. 7.6 Οὐχ εἷς μόνος θεός, ἀλλὰ πολλοὶ θεοὶ εἰσι τοῖς ἀνθρώποις ἐν τῇ Ἑλλάδι. 7.7 Πολλοὺς θεοὺς νομίζουσιν οἱ Ἕλληνες· ἕνα δὲ μόνον οἱ Χριστιανοὶ νομίζουσιν. 7.8 Καὶ ὁ Ἀπόλλων θεὸς καὶ ἡ Ἄρτεμις θεός. 7.9 Ἡ Ἄρτεμις τε καὶ ἡ Ἀθηνᾶ θεοί εἰσιν. 7.10 Οἱ τῶν Ἑλλήνων θεοὶ μάλα πολλοί εἰσιν· οἱ μὲν αυτῶν μεγάλοι, οἱ δὲ μικροί. 7.11 Πολλοὶ μὲν οἱ θεοὶ, οἱ δὲ ἄνδρες πλεῖστοι. 7.12 Οἱ πλεῖστοι κακοί. 9
  • 10. 8 8.1 ∆εῖ μόνον καλὰ διδάσκειν. 8.2 Πάντα ὁ χρόνος αἰεὶ τὰ ἀληθῆ διδάσκει. 8.3 Ὁ μὲν διδάσκει τοὺς ἄλλους τὰ γράμματα, οἱ δὲ μανθάνουσιν αὐτά. 8.4 Μελέτῃ πάντα δεῖ μανθάνειν. 8.5 Ἀθάνατος μὲν ὁ χρόνος ἐστί· οὔποτε γὰρ τελευτὴ αὐτῷ. θνητοὶ δὲ οἱ ἄνθρωποι· θάνατος γὰρ αἰεὶ αὐτοῖς. 8.6 Ὁ μὲν διδάσκαλος οὐ μανθάνει, ἀλλὰ διδάσκει, διδάσκων δὲ τούς ἀνθρώπους εὖ πάσχει πρὸς αὐτῶν. 8.7 Ἡ πολυμαθία νοῦν ἔχειν οὐ διδάσκει. 8.8 Ἄγει δὲ ὁ χρόνος πρὸς τὸ φῶς τὴν ἀλήθειαν. 8.9 Οἶνος καὶ ἀλήθεια. 8.10 Ὁ μὲν οἶνον πίνει, ὁ δὲ ὕδωρ· οὐ γαρ δεῖ πάντας τοῦς ἀνθρώπους οἶνον πίνειν. 8.11 Καλὸν τὸ τοῦ ἡλίου φῶς, καλὸν δὲ καὶ τὸ τῆς σελήνης. 8.12 Ὁ ἰατρὸς πίνει μὲν οἶνον, λέγει δὲ ὅτι οἶνον οὐ πίνει· λέγων δὲ ταῦτα οὐ τὴν ἀλήθειαν λέγει. 8.13 Οἶνον πίνων, μὴ λέγε ὅτι ὕδωρ πίνεις. 10
  • 11. 9 9.1 Ἡ γῆ μέλαινα πίνει, πείνει δὲ δένδρα αὐτήν, ὁ δὲ ἥλιος τὴν θάλατταν, τὸν δὲ ἡλιον ἡ σελήνη. τί μοι μάχεσθε, ἑταῖροι, καὶ αὐτῷ ἐθέλοντι πίνειν; 9.2 Οὐ μόνον οἱ ἄνδρες πίνουσιν· πάντα τὰ ἐν τῳ κόσμῳ πίνει· ἀλλὰ οἱ μὲν οἶνον πίνουσιν, τὰ δὲ ὕδωρ, τὰ δὲ φῶς. 9.3 Ὁ μὲν ἵππος ζῷόν ἐστιν· καὶ ὁ ταύρος ζῷον· πολλὰ δὲ καὶ ἄλλα ζῷα ἔστιν. 9.4 Οἱ ἄνθρωποι τὰ ζῷα τρέφουσιν· ὁ μὲν ταύρους τρέφει, ὁ δὲ ἵππους. 9.5 Εἰρήνη γεωργὸν καὶ ἐν πέτραις τρέφει καλῶς· πόλεμος δὲ καὶ ἐν πεδίῳ κακῶς. 9.6 Οὐ πᾶσα ἡ γῆ ὁμοία· ἄλλοτε μὲν πεδίον ἐστίν, ἄλλοτε δὲ ὄρος· ἄλλη μὲν σῖτον φέρει, ἄλλη δὲ δένδρεα, ἄλλη δὲ οὐδέν. 9.7 Ὁ ἄνθρωπος φύσει πολικὸν ζῷον. 9.8 Οὔποτε μἐν ἡ θάλαττα μέλαινά ἐστιν, ἐνίοτε δὲ γλαύκη. 9.9 Ὁ δὲ ἥλιος μάλα λευκὸς αἰεί, οὔποτε δὲ μέλας. 11
  • 12. 10 10.1 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖον ἔχουσι τὸν βίον, ἀλλὰ οἱ μὲν αὐτῶν παῖδές εἰσιν, οἱ δὲ νέοι, οἱ δὲ γέροντες. 10.2 Ἀνὴρ τις σοφὸς λέγει τάδε· δὶς παῖδες οἱ γέροντες. 10.3 Τῶν γεωργῶν καλὸν μὲν τὸ ἐργον, χαλεπὸν δέ. 10.4 Καλῶς μανθάνει τὰ γράμματα ὁ παῖς, χαλεπῶς δὲ ὁ γέρων. 10.5 Χρὴ παῖδα ἔτι ὄντα καλὰ διδάσκειν ἔργα. 10.6 Χρὴ τοὺς παῖδας μόνον τὰ καλὰ διδάσκειν, ὁ γὰρ βίος διδάσκει αὐτοὺς τὰ μὴ καλά. 10.7 Νέος τις Ἀθηναῖος καλοὺς λόγους λέγειν βούλεται μανθάνειν· ὁ δὲ Γοργίας ὁ σοφιστὴς ἐθέλει διδάσκειν αὐτόν, εἰ χρήματα λαμβάνει· εἰ δὲ, μή, οὐκ ἐθέλει. 10.8 Ἐν ταῖς Ἀθήναις οὐ μόνος ὁ Γοργίας ἐστὶ σοφιστής, ἀλλὰ σοφισταί τινες μάλα πολλοὶ τῆν τῶν λόγων τέχνην τοὺς νέους διδάσκουσι χρήματα παρὰ αὐτῶν λαμβάνοντες. 10.9 Ὁ γὰρ Γοργίας, οὐκ ὢν ἀληθῶς σοφός, διδάσκει τοὺς ἄλλους, ἵνα χρήματα πλεῖστα λαμβάνῃ. 10.10 Οἱ γὰρ σοφισταὶ, οὐκ ὄντες ἀληθῶς σοφοί, διδάσκουσι τοὺς νέους, ἵνα χρήματα λαμβάνωσιν. 12
  • 13. 11 11.1 Οἱ μὲν ἀγαθοὶ ὀλίγοι, οἱ δὲ κακοὶ πλεῖστοι. 11.2 Οὐδεὶς ἐθέλει ὀλίγα δῶρα ἔχειν· πάντες ἐθέλουσι δῶρα πολλὰ ἔχειν. 11.3 Ὀλίγον μὲν τὸ δῶρον, φίλον δέ. 11.4 ∆ῶρα θεοὺς πείθει, δῶρα αἰδίους βασιλέας. 11.5 Χρημάτων πάντων ἄριστόν ἐστιν ἀνὴρ φίλος. 11.6 Σοφὸς Σοφλοκλῆς, σοφώτερος δὲ Εὐριπίδης, ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτατος. 11.7 Λευκοὶ μὲν οἱ ἀστέρες, λευκότερα δὲ ἡ σελήνη, λευκότατος δὲ ὁ ἥλιος. 11.8 Τί λευκότερον ὁ ἥλιος ἢ ἡ σελήνη; 11.9 Πάντες νομίζουσι τὸν ἥλιον λευκότερον εἶναι ἢ τὴν σελήνην. 11.10 Εἰ ὁ πόλεμος κακός ἐστιν, μέγιστον ἀγαθὸν τὴν εἰρήνην χρὴ νομίζειν. 11.11 Ἀλλὰ οὐ πάντες οἱ Ἕλληνες ταῦτα νομίζουσιν· ὀλίγοις μὲν γὰρ ὁ πόλεμος ἀγαθόν, πολλοῖς δὲ κακόν. 11.12 ὁ πόλεμος μεγίστων ἐστὶν αἰτία κακῶν. 11.13 οὐ μονον ὁ πόλεμος κακὸν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ὁ θάνατος. 13
  • 14. 12 12.1 Ὁ φίλος φιλεῖ τὸν φίλον. 12.2 Οὐ πάντες τὸν οἶνον φιλοῦσιν· ἄλλοι μὲν γὰρ τὸ ὕδωρ πίνουσιν, ἄλλοι δὲ οἶνον. 12.3 Ἡ δίκη τὴν εἰρήνην φιλεῖ, οἱ δὲ ἄδικοι ἄνδρες τὸν πόλεμον φιλοῦσιν. εἰσὶ δὲ καὶ ἄνδρες τινὲς οἱ τὴν εἰρήνην οὐ φιλοῦσιν. 12.4 Οἱ δίκαιοι ἄνδρες χαλεπῶς φέρουσι τὸν πόλεμον. νομίζουσι γὰρ τὸν πολεμον μέγιστον εἶναι τοῖς ἀνθρώποις κακόν. 12.5 Οὐδεὶς ἐθέλων ἀδικεῖ. 12.6 Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλὰ ὅστις μὴ ἄδικα φρονεῖ μηδὲ ἐργάζεται. 12.7 Ὁ δίκαιος βασιλεὺς οὐκ ἄδικα φρονεῖ οὐδὲ ἐργάζεται. 12.8 Αἰεὶ τὰ δίκαια καλά, τὰ δὲ ἄδικα αἰσχρά. 12.9 Ἥ τε δίκη καὶ ἡ εἰρήνη καλὴν τὴν πόλιν τρέφουσιν. 12.10 Ἀγαθὸν οὐ τὸ μὴ ἀδικεῖν, ἀλλὰ τὸ μηδὲ ἐθέλειν. 12.11 Εἰ οἱ θεοί τι δπῶσιν αἰσχρόν, οὔκ εἰσι θεοί. 14
  • 15. 13 13.1 Ὁ φίλος τῷ φιλῳ εὖ φρονεῖ. 13.2 Τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον. 13.3 ∆εῖ τοὺς παῖδας οὐ κακῶς φρονεῖν οὐδε ἄδικα λέγειν. 13.4 Χρὴ τοὺς παῖδας τοῖς ἄλλοις εὖ φρονοῦντας ἀγαθὰ μανθάνειν ἔργα. 13.5 Οὐ δεῖ κακῶς φρονοῦντας αἰσχρὰ ἐργάζεσθαι. 13.6 Αἰεὶ οἱ ἀγαθοὶ καλὰ ἔργα ἐργάζονται· οἱ κακοὶ κακὰ βούλονται ἐργάζεσθαι· εἰσὶ δὲ καὶ οἳ μὴ δύνανται εὖ φρονεῖν τοῖς ἄλλοις. 13.7 Ὁ μὲν παῖς γίγνεται νέος, ὁ δὲ νέος χρόνῳ γίγνεται γέρων· τὸν δὲ γέροντα ὁ χρόνος πρὸς τὸν θάνατον ἄγει· οὐ γὰρ ὰθάνατοι γίγνονται οἱ ἄνθρωποι. 13.8 Οὐ πάντα τὰ ζῷα ὁμοῖα, ἀλλὰ τὰ μὲν γίγνεται λευκά, τὰ δὲ μέλανα, τὰ δὲ μικρά, τὰ δὲ μεγάλα. 13.9 Ἀγαθὸν μὲν τὸ καλοὺς γίγνεσθαι τοὺς παῖδας, ἄριστον δὲ τὸ καλὰ ἔργα μανθάνειν παρὰ τῷ διδασκλάλῳ. 13.10 Οὐκ εὖ φρονοῦντες οἱ ἄνδρες ἀλλήλλοις μάχονται· οὐ γὰρ χρὴ τοὺς ἀνθρώπους θνητοὺς ὄντας τοῖς ἀνθρώποις μάχεσθαι. 13.11 Καλὸν τὸ ἐν μάχῃ ἀποθνήσκειν, πάντων δὲ κάλλιστον τὸ μὴ ἀποθνήσκειν. 13.12 Ἀνάγκη οὐδὲ θεοὶ μάχονται. 15
  • 16. 14 14.1 Οἱ τῶν Ἑλλήνων θεοὶ ἄλλοτε μὲν καλὰ ὁρῶσιν, ἄλοτε δὲ αἰσχρά. 14.2 Σοφοὶ δέ τινες οὐ δύνανται ταῦτα νομίζειν· δεῖ γὰρ τοὺς θεοὺς δικαίως δίκαια φρονεῖν τε καὶ ἐργάζεσθαι. 14.3 Οἱ ποιηταὶ λἐγουσι ὅτι ὁ Ζεὺς, ὢν πατὴρ ἀνδρῶν τε θεῶν τε, ἄλλοτε μὲν δίκαια δρᾷ, ἄλλοτε δὲ ἄδικα. 14.4 Ἡ δίκη μόνη τοῖς θεοῖς πρέπει· διὰ ταῦτα εἰ μὴ δίκαιοί εἰσιν, οὔκ εἰσι θεοί. 14.5 Τὸν μὴ θεοὺς νομίζοντα ἄνδρα πάντες ἄθεον καλοῦσιν· ἄνθρωποι δὲ πολλοὶ νομίζουσι θεοὺς καὶ πρὸς αὐτῶν βούλονται ἀγαθὰ πάσχειν. 14.6 Πολλὰ οἱ ἄνθρωποι εὔχονται τοῖς θεοῖς ἵνα πρὸς αὐτῶν μὴ κακὰ πάσχωσιν. 14.7 ∆εῖ τὸν ἄνδρα τοῖς θεοῖς εὔχεσθαι οὐ μόνον χρήματα πολλὰ ἔχειν, ἀλλὰ καὶ δίκαιά τε φρονεῖν καὶ τὰ ἀληθῆ λέγειν. 14.8 Τοὺς ἀνθρώπους δὲ ὅμως δεῖ τὰ ἀναγκαῖα φέρειν· ἄλλοτε μὲν γὰρ ἡ τύχη παρέχει ἀγαθά, ἄλλοτε δὲ κακά· οὐδεὶς δὲ ἄνθρωπος εὐτυχὴς αἰεί. 14.9 Ἀθάνατοι οἱ θεοί· οὔποτε γὰρ θάνατος αὐτοῖς. 14.10 Ἄθεός ἐστιν ἀνὴρ ὅστις μὴ θεοὺς νομίζει. 14.11 Ἄδικοι οἵτινες τὰ μὴ δίκαια δρῶσιν. 16
  • 17. 15 15.1 Οἱ ἄνθρωποι οὐ διάγουσι μόνοι τὸν βίον, ἀλλὰ γάμοι γίγνονται αὐτοῖς. 15.2 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖοι· ἀλλὰ οὁ μὲν αὐτῶν ἄνδρες, αἱ δὲ γυναῖκες. 15.3 Ἀνὴρ γυναῖκα γαμεῖ καὶ εἰσάγει αὐτὴν εἰς τὴν οἰκίαν ἵνα μετὰ αὐτῆς τὸν βίον διάγῃ. 15.4 Γυνὴ δὲ οὐ γαμεῖ ἀλλὰ γαμεῖται. 15.5 Χρόνῳ δὲ ὁ ἀνὴρ γίγνεται πατήρ, ἡ δὲ γυνὴ μήτηρ παίδων καλῶν τε καὶ ἀγαθῶν. 15.6 Τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλὰ ἀναγκαῖον κακόν. λέγει δὲ ταῦτα ποιητής τις τῶν Ἑλλήνων. 15.7 Ἀλλὰ οὐκ ὀρθῶς τὴν ἀλήθειαν σκοπεῖ ὅστις ταῦτα λέγει· γυναῖκας γὰρ θνητὰς γαμοῦσι καὶ θεοί, οἷς οὐ δύναται γίγνεσθαι κακὸν οὐδέν, ὥσπερ ὁ Ζεὺς τὴν Ἀλκμήνην. 15.8 Μέγα φρονεῖ ὅστις θνητὸς ὢν τοῖς θεοῖς ἐναντία δρᾶν βούλεται. 15.9 Τοῖς θνητοῖς οὐ πρέπει μεγάλα ἀλλὰ θνητὰ φρονεῖν. 15.10 ∆ιὰ ταῦτα τοῖς ἀνδράσι πρέπει γυναῖκας γαμεῖν, ταῖς δε γυναιξὶ γαμεῖσθαι. 17
  • 18. 16 16.1 Ἐνιοτε γυνὴ παῖδα ἔχει, ὁ δὲ παῖς μητέρα καλεῖ αὐτήν. 16.2 Γυνὴ ἥτις παῖδας ἔχει, μήτηρ αὐτῶν καλεῖται. 16.3 Οἱ δὲ παῖδες ταύτην τὴν γυναῖκα καλοῦσι μητέρα. 16.4 Τοῖς παισὶ προσήκει τόν τε πατέρα καὶ τὴν μητέρα φιλεῖν. 16.5 Παῖς μὲν ὁ υἱός, παῖς δὲ καὶ ἡ θυγατήρ· τῷ μὲν υἱῷ ὄνομα Φίλιππος, τῇ δὲ θυγατρὶ Γλυκέρα. 16.6 Ὁ μὲν Φίλιππος ἀδελφὸς τῆς Γλυκέρας, ἡ δὲ Γλυκέρα ἀδελφὴ τοῦ Φιλίππου. 16.7 Τῷ τε πατρὶ καὶ τῇ μητρὶ τέτταρες παῖδές εἰσιν· εἷς υἱὸς καὶ θυγατέρες τρεῖς. 16.8 Εἷς· πρῶτος. δύο· δεύτερος. τρεῖς· τρίτος. τέτταρες· τέτταρτος. 16.9 Τί ὄνομα τῷ υἱᾦ; - Ὁ υἱὸς Φίλιππος καλεῖται. 16.10 Γλυκέρα δὲ τὸν ἀδελφὸν Φίλιππον καλεῖ. 16.11 Ἡ μήτηρ αἰεὶ ἐν τῆ οἰκίᾳ διάγει τὸν βίον μετὰ τῶν ἄλλων γυναικῶν. 18
  • 19. 17 17.1 Ὑγιαίνει μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ φυὴν καλὸς γίγνεσθαι, τὸ τρίτον πλουτεῖν ἀδόλως καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων. 17.2 Καλὰ μὲν πάντα ἐάν τις ὑγιαίνῃ καίπερ θνητός ὤν. 17.3 Πάντες οἱ ἐν τῇ οἰκίᾳ ὑγιαίνουσιν. 17.4 Οὐκ αἰεὶ οἱ ἄνθρωποι εὖ ἔχουσιν, ἀλλὰ ἄλλοτε μὲν ὑγιαίνουσιν, ἄλλοτε δὲ νοσοῦσιν. 17.5 Ἡ νόσος ἐναντίον τι γίγνεται τῇ ὑγιείᾳ, ὥσπερ τὸ ὑγιαίνειν τῷ νοσεῖν. 17.6 Ἀνὴρ ὑγιὴς ὅστις μὴ κακῶς ἔχει. 17.7 Τίς ἐστιν οὗτος; - ἰατρός. - ὡς κακῶς ἔχει ἰατρὸς εὰν κακῶς μηδὲν ἔχει. 17.8 Ἐάν τις νοσῇ, τὸν ἰατρὸν καλεῖ εἰς τὴν οἰκίαν· οἱ γὰρ ἰατροὶ τοὺς νοσοῦντας δύνανται θεραπεύειν ἵνα μὴ ἀποθνήσωσιν. 17.9 Ἐνίοτε δὲ θάνατος τελευτὴ νόσου. 19
  • 20. 18 18.1 Τὸ γῆράς ἐστι νόσος τις· νοσοῦσι δὲ οἱ γέροντες. 18.2 Τὸ γῆρας οὖν δοκεῖ εἶναι ἀρχὴ τοῦ θανάτου. 18.3 Μόνοις οὐ γίγνεται τοῖς θεοῖς γῆρας οὐδὲ θάνατός ποτε. 18.4 Τὸ ἀποθνήσκειν θάνατος καλεῖται· οἰ δὲ θεοὶ οὔποτε ἀποθνήσκουσιν· ἀθάνατοι οὖν ὀρθῶς καλοῦνται. 18.5 Γώμη Μενάνδρου· ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος. 18.6 Χρὴ οὖν νομίζειν τὸν ἄνδρα ὅντινα οἱ θεοὶ μὴ φιλοῦσιν ἀποθνήσκειν γέροντα. 18.7 Ἄριστον τὸ μὴ γίγνεσθαί ποτε. 18.8 Ἄλλὰ οὐ πάντες οἱ ἀρχαῖοι ποιηταὶ ταῦτα νομίζουσιν· ἄλλοι γὰρ ἄλλα λέγουσιν. 18.9 Μιμνέρμῳ τῷ Κολοφωνίῳ ποιητῇ κάκιστον δοκεῖ τὸ γῆρας εἶναι· γνώμη γὰρ αὐτοῦ ἥδε· τίς βίος, τί δὲ τέρπνον ἄνευ χρυσῆς Ἀφροδίτης; 18.10 Ἐναντία δὲ τούτοις νομίζει Σόλων ὁ Ἀθηναῖος. 20
  • 21. 19 19.1 Ὁ μὲν δίκαιος ἀνήρ ἐστιν ἀγαθὸς καὶ σοφός, ὁ δὲ ἄδικος ἀμαθὴς καὶ κακός· οὐ γὰρ δύναται ἀγαθὸν μανθάνειν οὐδέν. 19.2 Ὁ Σώκρατης φιλομαθής ἐστιν· τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδὲν ἐθέλει αὐτὸν διδάσκειν· διὰ ταῦτα δὴ βούλεται μᾶλλον τὸν βίον ἐν τῇ πόλει διάγειν. 19.3 Τοῖς Ἀθηναίοις Ἀθῆναι μὲν ἡ πόλις, Ἀττικὴ δὲ ἡ χώρα. 19.4 Χώρα τις τῆς Ἐλλάδος Ἀττικὴ καλεῖται ὅπου ἡ τῶν Ἀθηναίων πόλις ἐστίν. 19.5 Ἅπας ἀνὴρ ἐξ ἀνδρός τε καὶ γυναικὸς γίγνεται ἐν χώρᾳ τινί· οὗτος ὁ ἀνὴρ πατήρ ἐστιν, αὕτη δὲ ἡ γυνή ἐστι μήτηρ, ἡ δὲ χώρα πατρὶς καλεῖται. 19.6 Χρὴ οὖν τὰς Ἀθήνας νομίζειν τῶν Ἀθηναίων πατρίδα. 19.7 Ἐν ταύτῃ τῇ πόλει οἱ μὲν τῶν ἀνδρῶν Ἀθηναῖοι πολῖται, οἱ δὲ δοῦλοι, οἱ δὲ ξένοι. 19.8 Οἱ πολλοὶ τῶν σοφιστῶν ξένοι· ξένος γοῦν ὁ Γοργίας· καὶ δὲ ὁ Πρωταγόρας ξένος ἐστίν, καὶ ὁ Πρόδικος καὶ ἄλλοι πολλοί. 19.9 Τῷ σοφῷ ξένον οὐδέν. 21
  • 22. 20 20.1 Τοῖς πολίταις ἀρίστη ἡ πόλις δοκεῖ εἶναι. 20.2 Καὶ ἡ μήτηρ τῇ θυγατρὶ δοκεῖ ἀρίστη καὶ ὁ πατὴρ τῷ υἱῷ ἄριστος. 20.3 ∆εῖ δὲ οὺ μόνον ἄριστον δοκεῖν ἀλλὰ εἶναι. 20.4 ∆οκοῦσι δὲ τοῖς σοφοῖς τὰ μὴ δίκαια ποιεῖν οἱ θεοί· εἰ οὖν ἃ οἱ ποιηταὶ λέγουσιν ἀληθῆ, χαλεπὸν νομίζειν τούτους τοὺς θεούς. 20.5 Τῷ Ἀπόλλωνι τῷ ἐν ∆ελφοῖς δοκεῖ ὁ Σωκράτης σοφώτατος εἶναι· οὕτως γοῦν λέγει ἡ Πυθία τῷ Χαιρεφῶντι. 20.6 Ἡ τύχη θεός τις δοκεῖ εἶναι· τοὺς μὲν γὰρ ποιεῖ πλουσίους καὶ εὐτυχεῖς, τοὺς δὲ δυστυχεῖς· οὐκ οὖν πάντες ὁμοῖοι, ἀλλὰ ὁ μὲν εὐτυχής, ὁ δὲ δυστυχής. 20.7 Ἀνὴρ ὅστις εὐτυχεῖ διὰ τὸ πολλὰ χρήματα ἔχειν πλούσιος καλεῖται· τοῖς δὲ τοῦ πλουσίου ἀνδρὸς χρήμασι πλοῦτος ὄνομά ἐστιν. ὁ μὲν ἀνδρῶν πλουτεῖ, ὁ δὲ ὀλίγα ἔχει χρήματα. 20.8 Ἔχει δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλεῖται ὑπὸ πάντων, μακάριος δὲ ὑπὸ οὐδενός. 20.9 Μακάριος ὅστις διὰ παντὸς τοῦ βίου εὐτυχῶν γέρων ἀποθνήσκει. 20.10 Πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ. 22
  • 23. 21 21.1 Ὁ διδάσκαλος παιδεύει τοὺς παῖδας ἐν γράμμασί τε καὶ μουσικῇ καὶ γυμναστικῇ. 21.2 Χαλεπὸν ἔργον τὸ παιδεύειν, καλὸν δὲ ἐὰν μόνον οἱ μαθηταὶ προσέχουσι τὸν νοῦν τοῖς τοῦ διδασκάλου λόγοις· οὕτως γὰρ πλεῖστα μανθάνουσιν, πρῶτον μὲν τὰ γράμματα, ἔπειτα δὲ καὶ ἄλλα πολλά. 21.3 Μαθητοῦ ἔργον οὐ μόνον ἀκούειν τοῦ διδασκάλου λέγοντος, ἀλλὰ εἰσακούειν. πολλάκις γὰρ ὁ διδάσκαλος ἐρωτᾷ τι τοὺς παῖδας· δεῖ δὲ τούτους ἀποκρίνεσθαι αὐτῷ. ἄλλοτε δὲ οἱ μὲν μαθηταὶ ἐρωτῶσι τι, ὁ δὲ διδάσκαλος ἀποκρίνεται αὐτοῖς. 21.4 Ἐὰν ὁ μαθητὴς τυγχάνῃ ἀκούων, οἷός τέ ἐστιν ἀποκρίνεσθαι· ἀλλὰ οὐκ αἰεὶ οἱ μαθηταὶ τυγχάνουσι εἰσακούοντες. 21.5 Τυγχάνει μὲν ὁ Πρωταγόρας ἐν ταῖς Ἀθήναις ὤν, λανθάνει δὲ οὐδένα ἀργύριον λαμβάνων ἵνα τοὺς νέους διδάσκῃ τὴν ῥητορικὴν τέχνην. 21.6 Οὐδεὶς κακὰ ποιῶν λανθάνει τοὺς θεοὺς οὐδὲ τοὺς ἄλλους ἀνθρώπους· χρόνῳ γὰρ πάντα πρὸς τὸ φῶς ἄγεται. 23
  • 24. 22 22.1 Πολλάκις ὁ μὲν διδάσκαλος τυγχάνει ἐρωτῶν, οἱ δὲ μαθηταὶ ἀποκρινόμενος. 22.2 Χαιρεφῶν, Ἀθηναῖος τις ἀνήρ, ἑταῖρος δὲ τοῦ Σωκράτους, ἐρωτᾷ τίς ἀνὴρ σοφώτατός ἐστιν· ὁ δὲ θεὸς ὁ ἐν ∆ελφοῖς ἀποκρίνεται λέγον ὅτι ὁ Σωκράτης σοφώτατος τυγχάνει ὢν τῶν ἁπάντων Ἀθηναίων. 22.3 Οὐκ αἰεὶ ὁ πλούσιος εὐτυχής· χρὴ οὖν εὔχεσθαι τοῖς θεοῖς οὐ πλοῦτον, ἀλλὰ εὐτυχίαν. 22.4 Τὴν Ἑλλάδα παιδεύει ὁ ποιητής· ὀρθῶς δὲ ὁ Ὅμηρος καλεῖται διδάσκαλος τῆς Ἑλλάδος· τῶν γὰρ Ἑλλήνων οἱ νέοι σχεδὸν πάντες οἷοί τε εἰσι λέγειν τὰ ποιημάτα αὐτοῦ. 22.5 Εἰ οὖν ἅπας διδάσκαλος ἄξιος πολλοῦ, ὁ Ὅμηρος ἄξιός ἐστι πλείστου. εἰσὶ δὲ καὶ ποιηταί τινες οὐδενὸς ἄξιος. 22.6 Τίς ἄριστος ποιητής; - ὁ Ὅμηρος. 22.7 Πότερος σοφώτερός ἐστι ποιητής, ὁ Σοφοκλῆς ἢ ὁ Εὐριπίδης; - ὁ Εὐριπίδης. 22.8 Πότερον δοκεὶ σοι κάκιον εἶναι, τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι; χαλεπὸν δὴ τοῦτο τὸ ἐρώτημα, χρὴ δὲ πάντως ἀποκρίνεσθαι. ὁ Σωκράτης γε βούλεται μᾶλλον ἀδικεῖσθαι ὑπὸ ἄλλων ἢ ἀδικεῖν τοὺς ἄλλους. 24
  • 25. 23 23.1 Σωκράτης ἄξιός ἐστι θανάτου τῇ πόλει. ἀδικεῖ ὁ Σωκράτης οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων. ἀδικεῖ δὲ τοὺς νέους διαφθείρων. 23.2 ∆ιαφθείρει δὲ τοὺς νέους ὅστις αὐτοὺς οὐκ ἀρίστους, ἀλλὰ κακίστους ποιεῖ. φαίνεται δὲ ὁ Σωκράτης τοὺς νέους οὐ διαφθείρων, ἀλλὰ βουλομένος αὐτοὺς ἀγαθοὺς ποιεῖν πολίτας. 23.3 Ὁ Σωκράτης οὖν ἄξιος πολλοῦ τοῖς Ἀθηναίοις, ἀλλὰ οὐ θανάτου, ὡς αὐτὸς λέγει πρὸς τοὺς δικαστάς. 23.4 Εἰσὶ δὲ δικασταὶ πολῖται οἵτινες τὰς δίκας δικάζουσιν. δικαστήριον δὲ καλεῖται ἡ οἰκία ὅπου γίγνονται αἱ δίκαι. 23.5 Ὁ Σωκράτης ἐν ταῖς Ἀθήναις τὸν πλεῖστον βίον διάγει τῶν νόμων ὑπακούων. διὰ τοῦτο οὐκ ἐθέλει φεύγειν τὴν πατρίδα ἵνα τὸν θάνατον ἐκφεύγῃ. 23.6 Τελευτᾷ δ᾿ οὖν ὁ Σωκράτης ἐν τῷ δεσμωτηρίῳ φάρμακον πίνων. 25
  • 26. 24 24.1 Ἀνὴρ πονηρός ἐστιν ὅστις τοὺς ἄλλους κακὰ ποιεῖ. 24.2 Οὐδεὶς ποιῶν πονηρὰ λανθάνει θεόν· οἱ γὰρ θεοὶ πάντα γιγνώσκουσιν ἃ οἱ ἄνθρωποι δρῶσιν. 24.3 Καὶ ὁ ποιητὴς καλόν τι ποιεῖ· οἱ γὰρ ποηταὶ ποιήματα ποιοῦσιν. 24.4 Ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά. ἀλλὰ οὐκ ὀρθῶς ταῦτα νομίζει ὁ Μένανδρος. πολλοὶ γὰρ ἄνδρες δυστυχοῦσιν ὅταν μόνοι τὸν βίον διάγωσιν, οὐ μετὰ γυναικὸς, ἀλλὰ ἄνευ γυναικός. 24.5 Πολλαὶ δὲ καὶ γυναῖκες τὸ αὐτὸ πάσχουσι ἐὰν μόναι ἄνευ ἀνδρὸς τὸν βίον διάγωσιν. οἱ ἄνδρες τε καὶ αἱ γυναῖκες εὐτυχοῦσι μετὰ ἀλλήλων. 24.6 Χαλκὸς μὲν ἄξιος πολλοῦ, ἄργυρος δὲ ἄξιος πλείονος, χρυσὸς δὲ ἄξιος πλείστου. διὰ ταῦτα δὴ χαλκᾶ τὰ τῶν ἀνθρώπων, ἀργυρᾶ δὲ καὶ χρυσᾶ σχεδὸν πάντα τὰ τῶν θεῶν ποιοῦσιν οἱ ποιηταί. 24.7 Ὁ χαλκεὺς ἐκ χαλκοῦ χαλκᾶ ἐργάζεται, καὶ ἐκ σιδήρου σιδηρᾶ. 24.8 Ὁ μὲν χαλκεὺς χαλκεύει, ὁ δὲ βασιλεὺς βασιλεύει, ὁ δὲ ἱππεὺς ἱππεύει, καλεῖται δὲ οὕτως ἀπὸ τοὺ ἵππου. 24.9 Οἱ μὲν βασιλεῖς τῶν ἀνδρῶν ἄρχουσιν, οἱ δὲ νόμοι τῶν βασιλέων. 24.10 Τότε ὁ ἄρχων ἄρχει ἀληθῶς κατὰ δίκην ὅταν αὐτὸς ἄρχηται ὑπὸ τῶν νόμων. 26
  • 27. 25 25.1 Ἦν πάλαι ποτὲ χρόνος ὅτε πόλεις οὐκ ἦσαν τοῖς ἀνθρώποις. Τότε δὲ καὶ βασιλεῖς οὐκ ἐβασίλευον αὐτῶν, ἀλλὰ ἐν οἰκίᾳ ἑκάστῃ ὁ πατὴρ ἐβασίλευε τῆς γυναικὸς καὶ τῶν παίδων. 25.2 Οὐδὲ διδάσκαλοί τινες ἐδίδασκον τὰ γράμματα τοὺς παῖδας οὐδὲ μαθηταὶ ἦσαν οἵτινες ἐμάνθανον ἔργα παρὰ διδασκάλων τινῶν. 25.3 Ἀλλὰ αὐτοὶ οἱ πατέρες οἷοί τε ἦσαν τοὺς υἱοὺς τρέφειν τε καὶ ἔργα διδάσκειν αὐτούς. 25.4 Γράμματα δὲ οὔπω ἦν, ὥστε οὐκ ἔδει τοὺς παῖδας αὐτὰ μανθάνειν. 25.5 Ἐπεὶ δὲ γράμματα οὐκ ἦν, οὐδὲ βιβλία πω ἦν. 25.6 Ἐν ταῖς Ἀθήναις ποιηταί τινες ἔλεγον εὐτυχεῖς εἶναι τοὺς παλαιοὺς ἀνθρώπους ἄνευ βασιλέων τε καὶ νόμων. δίκαιοι γὰρ ὄντες ἄλλος τις οὐκ ἐλάμβανε τὰ χρήματα παρὰ ἄλλου τινός. 25.7 Ἡ δὲ γῆ αὐτὴ ἔφερε σῖτον. οὐδεὶς δὲ αὐτῶν ἦν γεωργὸς οὐδὲ ἔτρεφε ἵππους τε καὶ ταύρους καὶ ζῷα ἄλλα τινά. 25.8 Οὐδέποτω ἦσαν χαλεπαὶ νόσοι οὐδὲ πόλεμοι, ἀλλὰ πάντες γέροντες γιγνόμενοι ἀπέθνησκον· εὖ γὰρ ἔπασχον ἄλλοι πρὸς ἄλλων διάγοντες ἐν εἰρήνῃ τὸν βίον. 25.9 Ἐν δὲ ταῖς ἑορταῖς ταῖς τῶν θεῶν οὓς ἐνόμιζον, οἱ ἄνδρες ἔπινον οἶνον ἐν ᾧ οἱ ποιηταὶ ἔλεγον καλὰ ποιήματα. 25.10 Ὀρθῶς οὖν οὗτος ὁ χρόνος χρυσοῦς ἐκαλεῖτο ὑπὸ τῶν ἀρχαίων ποιητῶν. 27
  • 28. 26 26.1 ∆ράκων, ὃς πολίτης ἦν ποτε ἐν ταῖς Ἀθήναις, οὕτω σοφὸς καὶ δίκαιος ἦν ἀνήρ, ὥστε οἱ Ἀθηναῖοι ἤθελον αὐτὸν νόμους γράφειν ἵνα μὴ ἔχθραι πρὸς ἀλλήλους ὦσιν. 26.2 Ἀλλὰ χαλεπώτατοι ἦσαν οἱ νόμοι οὓς ἔγραφεν· ἦν γὰρ ἐν αὐτοῖς σχεδὸν μία ζημία· θάνατος. 26.3 Οἱ οὖν Ἀθηναῖοι ἔλεγον· οἱ ∆ράκοντος νόμοι οὐκ ἀνθρώπου ἀλλὰ δράκοντος εἰσίν. 26.4 Πάντες οὖν καὶ ἄνδρες καὶ γυναῖκες καὶ γέροντες καὶ παῖδες ἐνόμιζον τε τούτους τοὺς νόμους χαλεπωτάτους εἶναι ἐν ἀπάσῃ τῇ Ἑλλάδι καὶ ἔλεγον πρὸς ἀλλήλους ὅτι ἀληθῶς οἱ νόμοι οὗτοι δράκοντός εἰσιν οὐδὲ ἀνδρός. 26.5 Μετὰ δὲ τοὺς ∆ράκοντος χρόνους, ἀνήρ τις ὄνομα Σόλων, παῖς ἔτι ὤν, ἤκουε μὲν τοῦ πατρὸς ταῦτα λέγοντος περὶ τῶν τοῦ ∆ράκοντος νόμων, ἠρώτα δὲ αὐτὸν εἰ οἱ Ἀθηναῖοι οὐκ οἷοί τέ εἰσιν νόμους νέους γράφεσθαι· πολλοὶ δὲ ἄλλοι παῖδες τὰ αὐτὰ ἠρώτων τὸν ἑκάστου πατέρα. ὁ δὲ τοῦ Σόλωνος πατὴρ ἀπεκρίνατο ὅτι οὐδεὶς δύναται τοὺς νόμους μεταγράγειν. 26.6 Ἀλλὰ τῶν Ἀθηνέων ὀλίγοι τινὲς καὶ τῶν πλουσίων καὶ τῶν χρήματα ὀλίγα ἐχόντων ἐβούλοντο τούτους νόμους μεταποιεῖν ἐς καινοὺς τρόπους. αὐτὸς δὲ ὁ Σόλων, οὐκέτι παῖς ὤν, πολίτης δὲ μάλα ἀγαθὸς γιγνόμενος, ἐβούλετο νόμους γράφειν δικαιότατους ἢ τοὺς ὑπὸ ∆ράκοντος πρότερον γραφομένους. 26.7 Ἐκ τούτου δὲ πάντας τοὺς πολίτας ἔδει μανθάνειν τοὺς Σόλωνος νόμους. 26.8 Κὰι δὲ ποιήματά τινα ἔγραφε ἃ σχεδὸν πάντες οἱ Ἀθηναῖοι ἐδύναντο λέγειν. οὕτως ὁ Σόλων ἄξιος ἐπαίνου ἐγίγνετο καὶ τοῖς τότε καὶ τοῖς ἔπειτα Ἀθηναίοις. διὰ γὰρ αὐτὸν ἐν ἡσυχίᾳ τε καὶ εἰρήνῃ ἔτη πολλὰ διῆγον τὸν βίον. 26.9 Οἰ Ἀθηναῖοι τὸν χρόνον μετροῦσι· μέτρα δὲ τάδε ἐστίν· ἡ ἡμέρα, ὁ μήν, τὸ ἔτος, ὃ καὶ ἐνιαυτὸς καλεῖται. 28
  • 29. 27 27.1 Ὁ μὲν Σόλων ἐγήρασκε αἰεὶ πολλὰ διδασκόμενος, ὡς αὐτὸς λέγει ἐν καλλίστῳ ποιήματί τινι. 27.2 Τὸ δὲ διδάσκειν ἐναντίον τι ἦν τῷ διδάσκεσθαι· ὁ γὰρ διδάσκαλος ἐδίδασκε τοὺς μαθητὰς, ὁ δὲ Σόλων ἐδιδάσκετο, τοῦτο ἔστιν, ἐμάνθανε πολλὰ αὐτός, οὐ παρὰ διδασκάλου, οὐ μόνον ὅτε γέρων ἤδη ἦν, ἀλλὰ καὶ πρότερον· διδάσκαλον γὰρ τὸν βίον εἶχε. 27.3 Ὁ μὲν δίκαιος ἀνὴρ οὐκ ἐᾷ τοὺς ἀδίκους ἄνδρας νικᾶν· νίκη γὰρ πᾶσι καλλίστη. ὁ δὲ Σόλων, ὅτε ἦρχε τῶν Ἀθηναίων (τὸ δὲ ἄρχειν ἐστὶν ὅμοιόν τι τῷ βασιλεύειν), νικᾶν οὐκ εἴα οὐδετέρους ἀδίκως. 27.4 Ἐὰν γάρ τις ἐρωτᾷ πότερος μὲν δίκαιος, πότερος δὲ ἄδικος, χαλεπώτατόν ἐστι πάντων τούτῳ ἀποκρίνεσθαι. 27.5 ∆ιὰ τοῦτο δὴ ὁ Σόλων ἐβούλετο μᾶλλον οὐδετέρους ἐᾶν νικᾶν. 27.6 Τῷ μὲν Σόλωνι ἐδόκει τὸ γῆρας οὐ κακὸν τοῖς ἀνθρώποις εἶναι, ἀλλὰ ἀγαθόν τι μέγα. Εἰ γὰρ τὸ σῶμα εὖ ἔχει, ἡ ψυχὴ τῶν γερόντων τότε μάλιστα ἐλευθέρα ἀπὸ τῶν ἡδονῶν καὶ οἵά τε ἐστι πάντα καλῶς γιγνώσκειν τὰ περὶ τοὺς ἀνθρώπους. 27.7 Πολλοὶ δὲ τῶν γερόντων οὐ φιλοῦσι τὸ γῆρας θανάτῳ πλησίον ὄν, μᾶλλον δὲ φοβοῦνται αὐτό. φοβεῖται δὲ τι ὅστις μὴ βούλεται τοῦτο γίγνεσθαι. ἀλλὰ ὁ Σόλων οὕτω σοφὸς καὶ σώφρων ἦν, ὥστε τὸν θάνατον οὐκ ἐφοβεῖτο. ὅταν δέ τις φοβῆται, φόβον λέγεται ἔχειν. ὁ Σόλων οὖν οὔποτε φόβον εἶχεν. 27.8 Πολλοῖς δὲ ἔτεσι ὕστερον Εὐριπίδης, ποιητής τις μάλα σοφὸς τῶν Ἀθηναίων, ἔγραφε τὰδε ἐν δράματι τινι· τί δἐ ἄλλο; φωνὴ καὶ σκιὰ γέρων ἀνήρ. οὐκ οὖν πάντες ἐν τῆ Ἑλλάδι τὰ αὐτὰ ἔλεγον· ἄλλοι ἄλλα ἐνόμιζον. 29
  • 30. 28 28.1 Μετὰ τοὺς βασιλέας ἦρχον τῶν ἐν Ἑλλάδι πόλεων ἄνδρες τινὲς ἄρχοντες καλούμενοι· ὕστερον δὲ ἐν πλείσταις πόλεσι τυραννίδες ἐνεγίγνοντο, οὕτω καλούμεναι διὰ τὸ τὴν πόλιν ὑπὸ τυράννου τινὸς ἄρχεσθαι, σχεδὸν ἀνόμως. 28.2 Ὁ γὰρ τύραννος ἄρχει τῶν ἄλλων ἁπάντων, καὶ πολιτῶν καὶ μετοίκων καὶ δούλων καὶ ἄνδρων καὶ γυναικῶν, οὐ τοῖς νόμοις πειθόμενος· ὅστις δὲ μὴ τοῖς νόμοις πείθεται ἄνομός ἐστιν. 28.3 Ἐν τούτῳ τῷ χρόνῳ ἀνήρ τις ἠρώτα τοὺς ἑπτὰ σοφοὺς καλουμένους τίς ἐστιν ἀρίστη πόλις. 28.4 ὁ δὲ Βίας πρῶτος ἀπεκρίνατο· ἐν ᾗ πάντες οἱ πολῖται ὡς τύραννον φοβοῦνται τὸν νόμον. 28.5 ∆εύτερος δὲ Θαλῆς ὁ Μιλήσιος· ἡ μήτε πλουσίους ἄγαν μήτε πένητας ἔχουσα πολίτας. (πένης δὲ ὅμοιος τῷ μηδὲν ἔχοντι· οὕτως καὶ ἡ πενία ἐναντίον τι τῷ πλούτῳ ἐστίν.) 28.6 Χίλων δὲ ὁ Λακεδεμόνιος ἐνόμιζε ἀρίστην εἶναι πόλιν τὴν μάλιστα νόμων ἀκούουσαν, ἥκιστα δὲ ῥητόρων (ὁ δὲ ῥήτωρ ἔλεγε μὲν λόγους πρὸς τὴν βουλήν τε καὶ τὸν δῆμον καὶ τοὺς δικαστάς, ἐδίδασκε δὲ τοὺς νέους τὴν ῥητορικὴν τέχνην, ᾗ μάλιστα εὖ ἔπραττον οὐκ ὀλίγοι ἐν ταῖς Ἀθήναις καίπερ οὐκ αἰεὶ τὰ ἀληθῆ λέγειν διδάσκοντες). 28.7 Ὕστατος δὲ ὁ Σόλων ἔλεγε ὅτι πόλις ἔστὶν ἀρίστη αὔτη ἐν ᾗ οἱ μὲν πολῖται τοῖς ἄρχουσι πείθονται, οἱ δὲ ἄρχοντες τοῖς νόμοις. 28.8 Ἐν τοῖς γοῦν Σόλωνος χρόνοις τῶν Ἀθηναίων πολιτῶν οἱ μὲν πολλοὶ ἐπείθοντο μάλιστα τοῖς νόμοις αὐτοῦ, ὀλίγοι δὲ τὰ πράγματα κατεῖχον· οἱ δὲ ἐν τοῖς πράγμασι ὄντες ἐκαλοῦντο ἄρχοντες· οἱ δὲ ἄλλοι πολῖται ἐπολιτεύοντο τῇ βουλῇ τε καὶ τῷ δήμῳ συμβουλεύοντες καὶ δίκας δικάζοντες. 28.9 Σπάρτη δὲ, ὅπου οἱ Λυκούργου νόμοι κύριοι ἦσαν, δύο βασιλεῖς ἐβασίλευον. 28.10 Ποτὲ δὲ ἐρωτῶντός τινος ἕνα τῶν βασιλέων τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται, «τὸ γιγνώσκειν», ἔφη, «ἄρχειν τε καὶ ἄρχεσθαι.» αὕτη μὲν οὖν καλλίστη ἄσκησις τοῖς πολίταις οὐ μόνον ἐν τῇ Σπάρτῃ, ἀλλὰ καὶ ἐν πάσαις ταῖς ἄλλαις πόλεσιν. 30
  • 31. 29 29.1 Πολλοὶ μὲν ἀνθρώπων ζῶσιν ἵνα πίνωσί τε καὶ ἐσθίωσιν· τὸν γὰρ βίον διάγουσι μόνον πίνοντές τε καὶ ἐσθίοντες. 29.2 Ὁ δὲ Σώκράτης, ὡς αὐτὸς ἔλεγε, ἤσθιε καὶ ἔπινε ἵνα ζῇ· ἐνόμιζε γὰρ οὐ δεῖν οὕτως τοῦ σῶματος ἐπιμελεῖσθαι ὥστε τῆς ψυχῆς ἀμελεῖν. 29.3 ∆ῆλον ὅτι ὁ Σωκράτης ἥκιστα τοῦτων ἐπιμελεῖται οἷς οἱ πολλοὶ τὸν νοῦν προσεῖχον. ἔμελε δὲ αὐτῷ μάλιστα ἡ τῆς ἀληθείας ζήτησις περὶ τῆς τῶν ἀνθρώπων φύσεως, ἥκιστα αἱ τοῦ σώματος ἡδοναί. 29.4 ∆ιὰ παντὸς δὴ τοῦ βίου ἐζήτει καὶ ἀνηρώτα πάντας ἀνθρώπους, καὶ πολίτας καὶ ξένους, οἷς ἐνετύγχανε ἐν ταῖς ὁδοῖς καὶ ἐν τῇ ἀγορᾷ. 29.5 Τελευτῶντες δὲ πάντες ἔλεγον οὐδὲν ἐπίσταθαι τούτων ἃ πρότερον ἐδόκουν ἐπίστασθαι. ἐκ τούτων ἔχθραι ἐγίγνοντο πολλαὶ αὐτῷ, ὅπερ αἰτία μεγίστη ἦν αὐτῷ τοῦ θανάτου. 29.6 «Τῶν δενδρέων τε καὶ τῶν μετεώρων,» ἔφη, «οὐδέν μοι μέλει· οὐδὲν γάρ με διδάσκει τούτων ἃ ὁ θεὸς ὁ ἐν ∆ελφοῖς ἐκέλευέ με ζητεῖν. εἰ δέ τις οἴεται τὰ μετέωρα ἄξια λόγου εἶναι, οὐκ ὀρθῶς οἴεται. τοῖς γὰρ ἀνθρώποις μεγίστη ἐπιστήμη ἡ περὶ τῆς ἀνθρωπείας φύσεως.» 29.7 Ἔλεγε δὲ καὶ τὴν ἐπιστήμην διαφέρειν τῆς δόξας ὥσπερ ἀπὸ τοῦ δοκεῖν. μία δὲ ἡ ἀλήθεια ἐστίν, πολλαὶ δὲ αἱ δόξαι. ἄλλα γὰρ ἄλλοις δοκεῖ. ἔχει οὖν ἐπιστήμην ὅστις τὴν ἀλήθειαν ζητεῖ τε καὶ εὑρίσκει. 31
  • 32. 32 PROPIEDAD DE M. S. RUIPEREZ DISTRIBUCION GRATUITA SOLO PARA EXPERIMENTACION