More Related Content
More from Ana Ovando (20)
ΑΣΤΡΑΠΗ
- 3. ἦν δὲ πύελός τις ἐν τῇ αὐλῇ,
ἐξ ἧς πυέλου οἱ χοῖροι τρώγουσιν·
ἦν
δ’ ἐν τῇ πυέλῳ
ὑετός,
ὃς κατέπεσεν
ἀπ᾽ οὐρανοῦ.
- 4. ἡ δ’ ἀδελφὴ ἡ
ἐμὴ εἶδεν ἐν τῇ
πυέλῳ ὥσπερ
τὴν ἀστραπήν,
ἥ ἦν ἐν τῷ
οὐρανῷ, καὶ
φόβῳ ἐβόα.
- 5. ἡ δὲ τροφὸς εἶπε,
"θάρρει,
φίλη κεφαλή.
ἀστραπὴ ἐκ πυέλου
οὐδὲν βλάπτει."
ἡ δ’ἐθάρρει εὐθύς.
- 6. οἱ δὲ χοῖροι ὅμως ἐν φόβῳ ἦσαν·
ἠγνόουν γὰρ ὅτι οὐδὲν βλάπτει ἡ ἐκ τῆς
πυέλου ἀστραπή καὶ ἐκόϊζον δεινῶς·
ὥσπερ γὰρ βοῶμεν ἡμεῖς οἱ ἄνθρωποι,
οὕτω καὶ κοΐζουσιν οἱ χοῖροι.
- 7. ὅ τι δ' ἐν τῷ νῷ αὐτῶν
ἔνεστιν, οὐ δῆλον
ἔμοιγε, οὐδὲ δῆλον
πότερον ἔχουσι νοῦν ἢ
οὔ, συντρέχουσι ἐν ᾧ
ἡμεῖς καλοῦμεν, καὶ
τρώγουσιν ὅσα
ὁρῶσιν ἐν τῇ πυέλῳ·
ὥστε οὐ
δοκοῦσιν ἄνευ νοῦ
εἶναι παντελῶς.
- 8. τί γὰρ ἄλλο δυνατὰ
ποιεῖν ἐστι τὰ
παιδία τὰ μικρά;
βοῶσιν, ἀκούουσιν,
τρέχουσιν, ἐσθίουσι,
πίνουσι·
φωνοῦσι δ' οὔ.
οὕτως δὴ ὅμοια τὰ
παιδία τοῖς χοίροις.
- 9. Crédito de las imágenes ajenas, publicadas bajo
licencia CC:
José Sabater Mora
Luca Moglia
Boris Doesborg
Jens Vermeersch
Mary Harrsch
Domus Baebia